Τρίτη 10 Απριλίου 2012

Μ.ΤΕΤΑΡΤΗ.

Συνωμοσία κατὰ τοῦ ᾿Ιησοῦ Χριστοῦ
ΚΣΤ´\ΚΑΙ ἐγένετο ὅτε ἐτέλεσεν ὁ ᾿Ιησοῦς πάντας τοὺς λόγους τούτους εἶπε τοῖς μαθηταῖς αὐτοῦ· 2 οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ πάσχα γίνεται, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθῆναι. 3 τότε συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ, εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως τοῦ λεγομένου Καϊάφα, 4 καὶ συνεβουλεύσαντο ἵνα τὸν ᾿Ιησοῦν δόλῳ κρατήσωσι καὶ ἀποκτείνωσιν. 5 ἔλεγον δέ· μὴ ἐν τῇ ἑορτῇ, ἵνα μὴ θόρυβος γένηται ἐν τῷ λαῷ.
῾Ο ᾿Ιησοῦς Χριστὸς μυρώνεται εἰς Βηθανίαν
6 Τοῦ δὲ ᾿Ιησοῦ γενομένου ἐν Βηθανίᾳ ἐν οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, 7 προσῆλθεν αὐτῷ γυνὴ ἀλάβαστρον μύρου ἔχουσα βαρυτίμου, καὶ κατέχεεν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ ἀνακειμένου. 8 ἰδόντες δὲ οἱ μαθηταὶ αὐτοῦ ἠγανάκτησαν λέγοντες· εἰς τί ἡ ἀπώλεια αὕτη; 9 ἠδύνατο γὰρ τοῦτο τὸ μύρον πραθῆναι πολλοῦ καὶ δοθῆναι τοῖς πτωχοῖς.
10 γνοὺς δὲ ὁ ᾿Ιησοῦς εἶπεν αὐτοῖς· τί κόπους παρέχετε τῇ γυναικί; ἔργον γὰρ καλὸν εἰργάσατο εἰς ἐμέ. 11 τοὺς πτωχοὺς γὰρ πάντοτε ἔχετε μεθ' ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε. 12 βαλοῦσα γὰρ αὕτη τὸ μύρον τοῦτο ἐπὶ τοῦ σώματός μου, πρὸς τὸ ἐνταφιάσαι με ἐποίησεν. 13 ἀμὴν λέγω ὑμῖν, ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ, λαληθήσεται καὶ ὃ ἐποίησεν αὕτη εἰς μνημόσυνον αὐτῆς.
῾Η προδοσία τοῦ ᾿Ιούδα
14 Τότε πορευθεὶς εἷς τῶν δώδεκα, ὁ λεγόμενος ᾿Ιούδας ᾿Ισκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς εἶπε· 15 τί θέλετέ μοι δοῦναι, καὶ ἐγὼ ὑμῖν παραδώσω αὐτόν; οἱ δὲ ἔστησαν αὐτῷ τριάκοντα ἀργύρια. 16 καὶ ἀπὸ τότε ἐζήτει εὐκαιρίαν ἵνα αὐτὸν παραδῷ.
Τὸ τελευταῖον δεῖπνον
17 Τῇ δὲ πρώτῃ τῶν ἀζύμων προσῆλθον οἱ μαθηταὶ τῷ ᾿Ιησοῦ λέγοντες αὐτῷ· ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ πάσχα; 18 ὁ δὲ εἶπεν· ὑπάγετε εἰς τὴν πόλιν πρὸς τὸν δεῖνα καὶ εἴπατε αὐτῷ· ὁ διδάσκαλος λέγει, ὁ καιρός μου ἐγγύς ἐστι· πρὸς σὲ ποιῶ τὸ πάσχα μετὰ τῶν μαθητῶν μου. 19 καὶ ἐποίησαν οἱ μαθηταὶ ὡς συνέταξεν αὐτοῖς ὁ ᾿Ιησοῦς, καὶ ἡτοίμασαν τὸ πάσχα. 20 ᾿Οψίας δὲ γενομένης ἀνέκειτο μετὰ τῶν δώδεκα. 21 καὶ ἐσθιόντων αὐτῶν εἶπεν· ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με. 22 καὶ λυπούμενοι σφόδρα ἤρξαντο λέγειν αὐτῷ ἕκαστος αὐτῶν· μήτι ἐγώ εἰμι, Κύριε; 23 ὁ δὲ ἀποκριθεὶς εἶπεν· ὁ ἐμβάψας μετ᾿ ἐμοῦ ἐν τῷ τρυβλίῳ τὴν χεῖρα, οὗτός με παραδώσει. 24 ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ· οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ δι᾿ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος. 25 ἀποκριθεὶς δὲ ᾿Ιούδας ὁ παραδιδοὺς αὐτὸν εἶπε· μήτι ἐγώ εἰμι, ραββί; λέγει αὐτῷ, σὺ εἶπας. 26 ᾿Εσθιόντων δὲ αὐτῶν λαβὼν ὁ ᾿Ιησοῦς τὸν ἄρτον καὶ εὐχαριστήσας ἔκλασε καὶ ἐδίδου τοῖς μαθηταῖς καὶ εἶπε· λάβετε φάγετε· τοῦτό ἐστι τὸ σῶμά μου· 27 καὶ λαβὼν τὸ ποτήριον καὶ εὐχαριστήσας ἔδωκεν αὐτοῖς λέγων· πίετε ἐξ αὐτοῦ πάντες· 28 τοῦτο γάρ ἐστι τὸ αἷμά μου τὸ τῆς καινῆς διαθήκης τὸ περὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν. 29 λέγω δὲ ὑμῖν ὅτι οὐ μὴ πίω ἀπ᾿ ἄρτι ἐκ τούτου τοῦ γενήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω μεθ᾿ ὑμῶν καινὸν ἐν τῇ βασιλείᾳ τοῦ πατρός μου. 30 Καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ ὄρος τῶν ἐλαιῶν.
῾Ο ᾿Ιησοῦς Χριστὸς προλέγει τὸν διασκορπισμὸν τῶν μαθητῶν
Τότε λέγει αὐτοῖς ὁ ᾿Ιησοῦς· 31 πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ, γέγραπται γάρ, πατάξω τὸν ποιμένα, καὶ διασκορπισθήσονται τὰ πρόβατα τῆς ποίμνης· 32 μετὰ δὲ τὸ ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν. 33 ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ· εἰ πάντες σκανδαλισθήσονται ἐν σοί, ἐγὼ δὲ οὐδέποτε σκανδαλισθήσομαι. 34 ἔφη αὐτῷ ὁ ᾿Ιησοῦς· ἀμὴν λέγω σοι ὅτι ἐν ταύτῃ τῇ νυκτὶ πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με. 35 λέγει αὐτῷ ὁ Πέτρος· κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε ἀπαρνήσομαι. ὁμοίως δὲ καὶ πάντες οἱ μαθηταὶ εἶπον.
῾Ο ᾿Ιησοῦς Χριστὸς εἰς Γεθσημανῆ
36 Τότε ἔρχεται μετ᾿ αὐτῶν ὁ ᾿Ιησοῦς εἰς χωρίον λεγόμενον Γεθσημανῆ, καὶ λέγει τοῖς μαθηταῖς· καθίσατε αὐτοῦ ἕως οὗ ἀπελθὼν προσεύξωμαι ἐκεῖ. 37 καὶ παραλαβὼν τὸν Πέτρον καὶ τοὺς δύο υἱοὺς Ζεβεδαίου ἤρξατο λυπεῖσθαι καὶ ἀδημονεῖν. 38 τότε λέγει αὐτοῖς ὁ ᾿Ιησοῦς· περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε μετ᾿ ἐμοῦ. 39 καὶ προελθὼν μικρὸν ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ προσευχόμενος καὶ λέγων· πάτερ μου, εἰ δυνατόν ἐστι, παρελθέτω ἀπ᾿ ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ᾿ ὡς σύ. 40 καὶ ἔρχεται πρὸς τοὺς μαθητὰς καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ· οὕτως οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι μετ᾿ ἐμοῦ! 41 γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν· τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής. 42 πάλιν ἐκ δευτέρου ἀπελθὼν προσηύξατο λέγων· πάτερ μου, εἰ οὐ δύναται τοῦτο τὸ ποτήριον παρελθεῖν ἀπ᾿ ἐμοῦ ἐὰν μὴ αὐτὸ πίω, γενηθήτω τὸ θέλημά σου. 43 καὶ ἐλθὼν εὑρίσκει αὐτοὺς πάλιν καθεύδοντας· ἦσαν γὰρ αὐτῶν οἱ ὀφθαλμοὶ βεβαρημένοι. 44 καὶ ἀφεὶς αὐτοὺς ἀπελθὼν πάλιν προσηύξατο ἐκ τρίτου τὸν αὐτὸν λόγον εἰπών· 45 τότε ἔρχεται πρὸς τοὺς μαθητὰς αὐτοῦ καὶ λέγει αὐτοῖς· καθεύδετε τὸ λοιπὸν καὶ ἀναπαύεσθε! ἰδοὺ ἤγγικεν ἡ ὥρα καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἁμαρτωλῶν. 46 ἐγείρεσθε ἄγωμεν· ἰδοὺ ἤγγικεν ὁ παραδιδούς με.
Σύλληψις τοῦ ᾿Ιησοῦ Χριστοῦ
47 Καὶ ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ ᾿Ιούδας εἷς τῶν δώδεκα ἦλθε, καὶ μετ᾿ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων ἀπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ. 48 ὁ δὲ παραδιδοὺς αὐτὸν ἔδωκεν αὐτοῖς σημεῖον λέγων· ὃν ἂν φιλήσω, αὐτός ἐστι· κρατήσατε αὐτόν. 49 καὶ εὐθέως προσελθὼν τῷ ᾿Ιησοῦ εἶπε· χαῖρε, ραββί, καὶ κατεφίλησεν αὐτόν. 50 ὁ δὲ ᾿Ιησοῦς εἶπεν αὐτῷ· ἑταῖρε, ἐφ᾿ ᾧ πάρει. τότε προσελθόντες ἐπέβαλον τὰς χεῖρας ἐπὶ τὸν ᾿Ιησοῦν καὶ ἐκράτησαν αὐτόν. 51 καὶ ἰδοὺ εἷς τῶν μετὰ ᾿Ιησοῦ ἐκτείνας τὴν χεῖρα ἀπέσπασε τὴν μάχαιραν αὐτοῦ, καὶ πατάξας τὸν δοῦλον τοῦ ἀρχιερέως ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον. 52 τότε λέγει αὐτῷ ὁ ᾿Ιησοῦς· ἀπόστρεψόν σου τὴν μάχαιραν εἰς τὸν τόπον αὐτῆς· πάντες γὰρ οἱ λαβόντες μάχαιραν ἐν μαχαίρᾳ ἀποθανοῦνται. 53 ἢ δοκεῖς ὅτι οὐ δύναμαι ἄρτι παρακαλέσαι τὸν πατέρα μου, καὶ παραστήσει μοι πλείους ἢ δώδεκα λεγεῶνας ἀγγέλων; 54 πῶς οὖν πληρωθῶσιν αἱ γραφαὶ ὅτι οὕτω δεῖ γενέσθαι; 55 ᾿Εν ἐκείνῃ τῇ ὥρᾳ εἶπεν ὁ ᾿Ιησοῦς τοῖς ὄχλοις· ὡς ἐπὶ λῃστὴν ἐξήλθετε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με· καθ᾿ ἡμέραν πρὸς ὑμᾶς ἐκαθεζόμην διδάσκων ἐν τῷ ἱερῷ, καὶ οὐκ ἐκρατήσατέ με. 56 τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῶσιν αἱ γραφαὶ τῶν προφητῶν. Τότε οἱ μαθηταὶ πάντες ἀφέντες αὐτὸν ἔφυγον.
῾Η δίκη τοῦ ᾿Ιησοῦ Χριστοῦ ἐνώπιον τοῦ ἀρχιερέως
57 Οἱ δὲ κρατήσαντες τὸν ᾿Ιησοῦν ἀπήγαγον πρὸς Καϊάφαν τὸν ἀρχιερέα, ὅπου οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι συνήχθησαν. 58 ὁ δὲ Πέτρος ἠκολούθει αὐτῷ ἀπὸ μακρόθεν ἕως τῆς αὐλῆς τοῦ ἀρχιερέως, καὶ εἰσελθὼν ἔσω ἐκάθητο μετὰ τῶν ὑπηρετῶν ἰδεῖν τὸ τέλος. 59 Οἱ δὲ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ τὸ συνέδριον ὅλον ἐζήτουν ψευδομαρτυρίαν κατὰ τοῦ ᾿Ιησοῦ ὅπως θανατώσωσιν αὐτόν, 60 καὶ οὐχ εὗρον· καὶ πολλῶν ψευδομαρτύρων προσελθόντων, οὐχ εὗρον. ὕστερον δὲ προσελθόντες δύο ψευδομάρτυρες 61 εἶπον· οὗτος ἔφη, δύναμαι καταλῦσαι τὸν ναὸν τοῦ Θεοῦ καὶ διὰ τριῶν ἡμερῶν οἰκοδομῆσαι αὐτόν. 62 καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ· οὐδὲν ἀποκρίνῃ; τί οὗτοί σου καταμαρτυροῦσιν; 63 ὁ δὲ ᾿Ιησοῦς ἐσιώπα. καὶ ἀποκριθεὶς ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ· ἐξορκίζω σε κατὰ τοῦ Θεοῦ τοῦ ζῶντος ἵνα ἡμῖν εἴπῃς εἰ σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ. 64 λέγει αὐτῷ ὁ ᾿Ιησοῦς· σὺ εἶπας· πλὴν λέγω ὑμῖν, ἀπ᾿ ἄρτι ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ. 65 τότε ὁ ἀρχιερεὺς διέρρηξε τὰ ἱμάτια αὐτοῦ λέγων ὅτι ἐβλασφήμησε· τί ἔτι χρείαν ἔχομεν μαρτύρων; ἴδε νῦν ἠκούσατε τὴν βλασφημίαν αὐτοῦ· 66 τί ὑμῖν δοκεῖ; οἱ δὲ ἀποκριθέντες εἶπον· ἔνοχος θανάτου ἐστί. 67 τότε ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ καὶ ἐκολάφισαν αὐτόν, οἱ δὲ ἐρράπισαν 68 λέγοντες· προφήτευσον ἡμῖν Χριστέ, τίς ἐστιν ὁ παίσας σε;
῾Ο Πέτρος ἀρνεῖται τὸν Χριστὸν
69 ῾Ο δὲ Πέτρος ἔξω ἐκάθητο ἐν τῇ αὐλῇ· καὶ προσῆλθεν αὐτῷ μία παιδίσκη λέγουσα· καὶ σὺ ἦσθα μετὰ ᾿Ιησοῦ τοῦ Γαλιλαίου. 70 ὁ δὲ ἠρνήσατο ἔμπροσθεν αὐτῶν πάντων λέγων· οὐκ οἶδα τί λέγεις. 71 ἐξελθόντα δὲ αὐτὸν εἰς τὸν πυλῶνα εἶδεν αὐτὸν ἄλλη καὶ λέγει αὐτοῖς· ἐκεῖ καὶ οὗτος ἦν μετὰ ᾿Ιησοῦ τοῦ Ναζωραίου. 72 καὶ πάλιν ἠρνήσατο μεθ᾿ ὅρκου ὅτι οὐκ οἶδα τὸν ἄνθρωπον. 73 μετὰ μικρὸν δὲ προσελθόντες οἱ ἑστῶτες εἶπον τῷ Πέτρῳ· ἀληθῶς καὶ σὺ ἐξ αὐτῶν εἶ· καὶ γὰρ ἡ λαλιά σου δῆλόν σε ποιεῖ. 74 τότε ἤρξατο καταναθεματίζειν καὶ ὀμνύειν ὅτι οὐκ οἶδα τὸν ἄνθρωπον. καὶ εὐθέως ἀλέκτωρ ἐφώνησε. 75 καὶ ἐμνήσθη ὁ Πέτρος τοῦ ρήματος ᾿Ιησοῦ εἰρηκότος αὐτῷ ὅτι πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με· καὶ ἐξελθὼν ἔξω ἔκλαυσε πικρῶς.Μετάφραση:
Αρχιερείς, γραμματείς, πρεσβύτεροι συνωμοτούν ενάντια στον Ιησού
1 ΚΑΙ όταν ο Ιησούς τελείωσε όλα αυτά τα λόγια, είπε στους μαθητές του:
2 Ξέρετε ότι ύστερα από δύο ημέρες γίνεται το Πάσχα, και ο Υιός τούυ ανθρώπου παραδίνεται για να σταυρωθεί.
3 Τότε, συγκεντρώθηκαν οι αρχιερείς και οι γραμματείς και οι πρεσβύτεροι του λαού στην αυλή τού αρχιερέα, που λεγόταν Καϊάφας
4 και έκαναν συμβούλιο για να συλλάβουν τον Ιησού με δόλο, και να τον θανατώσουν.
5 'Ελεγαν, μάλιστα: 'Οχι στη γιορτή, για να μη γίνει θόρυβος μέσα στον λαό.
Το πολύτιμο μύρο
6 Και όταν ο Ιησούς βρισκόταν στη Βηθανία, στο σπίτι τού λεπρού Σίμωνα,
7 ήρθε κοντά του μια γυναίκα, που είχε ένα αλάβαστρο από πολύτιμο μύρο, και το έχυνε ολόκληρο επάνω στο κεφάλι του, ενώ καθόταν στο τραπέζι.
8 Και οι μαθητές του, βλέποντάς το, αγανάκτησαν, λέγοντας: Προς τι αυτή η σπατάλη;
9 Επειδή, αυτό το μύρο μπορούσε να πουληθεί σε μια μεγάλη τιμή, και να δοθεί στους φτωχούς.
10 Καθώς δε ο Ιησούς το κατάλαβε, τους είπε: Γιατί ενοχλείτε τη γυναίκα; Επειδή, έκανε σε μένα ένα καλό έργο.
11 Επειδή, τους φτωχούς τούς έχετε πάντοτε μαζί σας εμένα, όμως, δεν με έχετε πάντοτε.
12 'Αλλωστε, αυτή, χύνοντας τούτο το μύρο επάνω στο σώμα μου, το έκανε για τον ενταφιασμό μου.
13 Σας διαβεβαιώνω, όπου αν κηρυχθεί τούτο το ευαγγέλιο, σε όλο τον κόσμο, θα γίνει λόγος και γι' αυτό που αυτή έπραξε, σε ανάμνησή της.
Ο Ιούδας γίνεται όργανο προδοσίας
14 Τότε, ένας από τους δώδεκα, αυτός που λεγόταν Ιούδας ο Ισκαριώτης, πήγε προς τους αρχιερείς,
15 και είπε: Τι θέλετε να μου δώσετε, και εγώ θα σας τον παραδώσω; Και εκείνοι έδωσαν σ' αυτόν 30 αργύρια.
16 Και από τότε ζητούσε ευκαιρία για να τον παραδώσει.
Το τελευταίο Πάσχα με τους μαθητές
17 Και την πρώτη ημέρα των αζύμων ήρθαν οι μαθητές κοντά στον Ιησού, λέγοντάς του: Πού θέλεις να σου ετοιμάσουμε για να φας το Πάσχα;
18 Και εκείνος είπε: Πηγαίνετε στην πόλη στον τάδε, και  πείτε του: Ο δάσκαλος λέει: Πλησίασε ο καιρός μου στο σπίτι σου θα κάνω το Πάσχα μαζί με τους μαθητές μου.
19 Και οι μαθητές του έκαναν όπως τους παρήγγειλε ο Ιησούς και ετοίμασαν το Πάσχα.
20 Και όταν έγινε βράδυ, καθόταν στο τραπέζι μαζί με τους δώδεκα
21 και ενώ έτρωγαν, είπε: Σας διαβεβαιώνω ότι, ένας από σας θα με παραδώσει.
22 Και λυπούμενοι υπερβολικά, άρχισαν να του λένε, κάθε ένας απ' αυτούς: Μήπως εγώ είμαι, Κύριε;
23 Και εκείνος απαντώντας, είπε: Αυτός που βούτηξε το χέρι του μαζί μου στο πιάτο, αυτός θα με παραδώσει.
24 Ο Υιός τού ανθρώπου πηγαίνει μεν, όπως είναι γραμμένο γι' αυτόν αλλοίμονο, όμως, στον άνθρωπο εκείνον, διαμέσου τού οποίου ο Υιός τού ανθρώπου παραδίνεται καλό ήταν σ' εκείνον τον άνθρωπο, αν δεν είχε γεννηθεί.
25 Και απαντώντας ο Ιούδας, που τον παρέδινε, είπε: Μήπως εγώ είμαι, Ραββί; Του λέει: Εσύ το είπες.
26 Και ενώ έτρωγαν, παίρνοντας ο Ιησούς τον άρτο, και αφού τον ευλόγησε, έκοψε, και έδινε στους μαθητές, και είπε: Λάβετε, φάγετε τούτο είναι το σώμα μου.
27 Και παίρνοντας το ποτήρι, κι αφού ευχαρίστησε, τους έδωσε, λέγοντας: Πιείτε απ' αυτό όλοι
28 επειδή, τούτο είναι το αίμα μου, αυτό τής καινούργιας διαθήκης, που χύνεται χάρη πολλών για άφεση αμαρτιών.
29 Και σας λέω ότι, δεν θα πιω στο εξής από τούτο το γέννημα της αμπέλου, μέχρι εκείνη την ημέρα, όταν θα το πίνω καινούργιο μαζί σας στη βασιλεία τού Πατέρα μου.
30 Και αφού ύμνησαν, βγήκαν έξω στο όρος των ελαιών.
Ο Πέτρος προειδοποιείται για την άρνησή του
31 Τότε, ο Ιησούς τούς λέει: 'Ολοι εσείς θα σκανδαλιστείτε με μένα αυτή τη νύχτα επειδή, είναι γραμμένο: <<Θα χτυπήσω τον ποιμένα, και τα πρόβατα του ποιμνίου θα διασκορπιστούν>>
32 και αφού αναστηθώ, θα πάω πριν από σας στη Γαλιλαία.
33 Και απαντώντας ο Πέτρος, του είπε: Και αν όλοι σκανδαλιστούν με σένα, εγώ ποτέ δεν θα σκανδαλιστώ.
34 Ο Ιησούς τού είπε: Σε διαβεβαιώνω ότι, αυτή τη νύχτα, πριν ο πετεινός λαλήσει, θα με απαρνηθείς τρεις φορές.
35 Ο Πέτρος λέει σ' αυτόν: Και αν χρειαστεί να πεθάνω μαζί σου, δεν θα σε απαρνηθώ. Το ίδιο είπαν και όλοι οι μαθητές.
Η μεγάλη μάχη στη Γεθσημανή
36 Τότε, έρχεται μαζί τους ο Ιησούς σε ένα χωριό, που λέγεται Γεθσημανή και λέει στους μαθητές: Καθήστε αυτού, μέχρις ότου πάω και προσευχηθώ εκεί.
37 Και αφού παρέλαβε τον Πέτρο και τους δύο γιους τού Ζεβεδαίου, άρχισε να λυπάται και να αδημονεί.
38 Τότε, τους λέει: Η ψυχή μου είναι περίλυπη μέχρι θανάτου μείνετε εδώ και αγρυπνείτε μαζί μου.
39 Και αφού προχώρησε λίγο, έπεσε με το πρόσωπό του στη γη,  προσευχόμενος και λέγοντας: Πατέρα μου, αν είναι δυνατόν, ας παρέλθει από μένα αυτό το ποτήρι όμως, όχι όπως εγώ θέλω, αλλ' όπως εσύ.
40 Και έρχεται προς τους μαθητές, και τους βρίσκει να κοιμούνται, και λέει προς τον Πέτρο: 'Ετσι δεν μπορέσατε να αγρυπνήσετε μία ώρα μαζί μου;
41 Αγρυπνείτε και προσεύχεστε, για να μη μπείτε σε πειρασμό το μεν πνεύμα είναι πρόθυμο, η σάρκα όμως είναι αδύναμη.
42 Ξανά, για δεύτερη φορά πήγε και προσευχήθηκε, λέγοντας: Πατέρα μου, αν δεν είναι δυνατόν να παρέλθει από μένα τούτο το ποτήρι, χωρίς να το πιω, ας γίνει το θέλημά σου.
43 Και όταν ήρθε τούς βρίσκει πάλι να κοιμούνται επειδή, τα μάτια τους ήσαν βαριά.
44 Και αφού τους άφησε, πήγε ξανά και προσευχήθηκε για τρίτη φορά, λέγοντας τον ίδιο λόγο.
45 Τότε, έρχεται στους μαθητές, και τους λέει: Κοιμάστε, λοιπόν, και αναπαύεστε να! πλησίασε η ώρα, και ο Υιός τού ανθρώπου παραδίνεται σε χέρια αμαρτωλών
46 σηκωθείτε, ας πάμε δέστε, πλησίασε αυτός που με παραδίνει.
Προδοσία και Σύλληψη του Ιησού
47 Και ενώ αυτός ακόμα μιλούσε, ξάφνου, ο Ιούδας, ένας από τους δώδεκα, ήρθε και μαζί του ένα μεγάλο πλήθος με μάχαιρες και ξύλα, από τους αρχιερείς και τους πρεσβύτερους του λαού.
48 Και εκείνος που τον παρέδινε, τους έδωσε ένα σημάδι, λέγοντας: 'Οποιον φιλήσω, αυτός είναι πιάστε τον.
49 Κι αμέσως, αφού πλησίασε τον Ιησού, είπε: Χαίρε, Ραββί και τον καταφίλησε.
50 Και ο Ιησούς είπε σ' αυτόν: Φίλε, γιατί ήρθες; Τότε, αφού ήρθαν κοντά, έβαλαν τα χέρια επάνω στον Ιησού, και τον έπιασαν.+
51 Και ξάφνου, ένας, από εκείνους που ήσαν μαζί με τον Ιησού, απλώνοντας το χέρι, τράβηξε τη μάχαιρά του, και χτυπώντας  τον δούλο τού αρχιερέα, του απέκοψε το αυτί του.
52 Τότε, ο Ιησούς λέει σ' αυτόν: Ξαναβάλε τη μάχαιρά σου στη θέση της επειδή, όλοι όσοι πιάσουν μάχαιρα, με μάχαιρα θα πεθάνουν
53 ή νομίζεις ότι δεν μπορώ να παρακαλέσω τώρα κιόλας τον Πατέρα μου, και θα στήσει κοντά μου περισσότερες από δώδεκα λεγεώνες αγγέλων;
54 Πώς, λοιπόν, θα εκπληρωθούν οι γραφές, ότι έτσι πρέπει να γίνει;
55 Κατά την ώρα εκείνη ο Ιησούς είπε προς τα πλήθη: Βγήκατε σαν σε ληστή, με μάχαιρες και ξύλα, για να με συλλάβετε; Καθημερινά καθόμουν κοντά σας, διδάσκοντας μέσα στο ιερό, και δεν με πιάσατε.
56 Και όλο αυτό έγινε, για να εκπληρωθούν οι γραφές των προφητών. Τότε, όλοι οι μαθητές, αφού τον εγκατέλειψαν, έφυγαν.
Ο Ιησούς μπροστά στο επίσημο Εβραϊκό Συνέδριο
57 Και εκείνοι που είχαν πιάσει τον Ιησού, τον έφεραν στον αρχιερέα Καϊάφα, όπου συγκεντρώθηκαν οι γραμματείς και οι πρεσβύτεροι.
58 Ο δε Πέτρος τον ακολουθούσε από μακριά, μέχρι την αυλή τού αρχιερέα και αφού μπήκε μέσα, καθόταν μαζί με τους υπηρέτες, για να δει το τέλος.
59 Οι δε αρχιερείς και οι πρεσβύτεροι και ολόκληρο το συνέδριο ζητούσαν ψευδομαρτυρία ενάντια στον Ιησού, για να τον θανατώσουν
60 και δεν βρήκαν και παρόλο που ήρθαν πολλοί ψευδομάρτυρες, δεν βρήκαν. 'Υστερα, όμως, καθώς προσήλθαν δύο ψευδομάρτυρες,
61 είπαν: Αυτός είπε: Μπορώ να γκρεμίσω τον ναό τού Θεού, και μέσα σε τρεις ημέρες να τον κτίσω.
62 Και αφού σηκώθηκε ο αρχιερέας, του είπε: Δεν απαντάς; Τι μαρτυρούν αυτοί εναντίον σου;
63 Και ο Ιησούς σιωπούσε. Και απαντώντας ο αρχιερέας, του είπε: Σε ορκίζω στον ζωντανό Θεό, να μας πεις, αν εσύ είσαι ο Χριστός, ο Υιός τού Θεού.
64 Ο Ιησούς λέει σ' αυτόν: Εσύ το είπες όμως, σας λέω: Στο εξής, θα δείτε τον Υιό τού ανθρώπου να κάθεται στα δεξιά τής δύναμης, και να έρχεται επάνω στα σύννεφα του ουρανού.
65 Τότε, ο αρχιερέας ξέσχισε τα ιμάτιά του, λέγοντας ότι: Βλασφήμησε τι ανάγκη έχουμε πλέον από μάρτυρες. Να, τώρα ακούσατε τη βλασφημία του
66 τι σας φαίνεται; Και εκείνοι, απαντώντας, είπαν: Είναι ένοχος θανάτου.
67 Τότε, έφτυσαν στο πρόσωπό του, και τον γρονθοκόπησαν άλλοι, μάλιστα, τον χαστούκισαν,
68 λέγοντας: Προφήτευσε σε μας, Χριστέ, ποιος είναι αυτός που σε χτύπησε;
Η τριπλή άρνηση του Πέτρου
69 Ο δε Πέτρος καθόταν έξω στην αυλή και ήρθε κοντά του μία δούλη, λέγοντας: Κι εσύ ήσουν μαζί με τον Ιησού, τον Γαλιλαίο.
70 Και εκείνος αρνήθηκε μπροστά σε όλους, λέγοντας: Δεν ξέρω τι λες.
71 Και όταν βγήκε έξω στον πυλώνα, τον είδε μια άλλη, και λέει σ' αυτούς που ήσαν εκεί: Κι αυτός ήταν μαζί με τον Ιησού, τον Ναζωραίο.
72 Αρνήθηκε και πάλι, με όρκο, ότι: Δεν γνωρίζω τον άνθρωπο.
73 Και ύστερα από λίγο, καθώς ήρθαν κοντά αυτοί που στέκονταν τριγύρω, είπαν στον Πέτρο: Στ' αλήθεια, κι εσύ είσαι απ' αυτούς επειδή, και η ομιλία σου σε κάνει φανερόν.
74 Τότε, άρχισε να αναθεματίζει και να ορκίζεται ότι: Δεν γνωρίζω τον άνθρωπο. Κι αμέσως λάλησε ο πετεινός.
75 Και ο Πέτρος  θυμήθηκε τον λόγο τούυ Ιησού, που του είχε πει ότι: Πριν ο πετεινός λαλήσει, θα με απαρνηθείς τρεις φορές. Και βγαίνοντας έξω, έκλαψε πικρά.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου