Σάββατο 24 Δεκεμβρίου 2011

Η ΓΕΝΝΗΣΗ ΤΟΥ ΧΡΙΣΤΟΥ.


Γενεαλογία τοῦ ᾿Ιησοῦ Χριστοῦ
Α´\ΒΙΒΛΟΣ γενέσεως ᾿Ιησοῦ Χριστοῦ, υἱοῦ Δαυῒδ, υἱοῦ ᾿Αβραάμ.
2 ᾿Αβραὰμ ἐγέννησε τὸν ᾿Ισαάκ, ᾿Ισαὰκ δὲ ἐγέννησε τὸν ᾿Ιακώβ, ᾿Ιακὼβ δὲ ἐγέννησε τὸν ᾿Ιούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ, 3 ᾿Ιούδας δὲ ἐγέννησε τὸν Φαρὲς καὶ τὸν Ζαρὰ ἐκ τῆς Θάμαρ, Φαρὲς δὲ ἐγέννησε τὸν ᾿Εσρώμ, ᾿Εσρὼμ δὲ ἐγέννησε τὸν ᾿Αράμ, 4 ᾿Αρὰμ δὲ ἐγέννησε τὸν ᾿Αμιναδάβ, ᾿Αμιναδὰβ δὲ ἐγέννησε τὸν Ναασσών, Ναασσὼν δὲ ἐγέννησε τὸν Σαλμών, 5 Σαλμὼν δὲ ἐγέννησε τὸν Βοὸζ ἐκ τῆς Ραχάβ, Βοὸζ δὲ ἐγέννησε τὸν ᾿Ωβὴδ ἐκ τῆς Ρούθ, ᾿Ωβὴδ δὲ ἐγέννησε τὸν ᾿Ιεσσαί, 6 ᾿Ιεσσαὶ δὲ ἐγέννησε τὸν Δαυῒδ τὸν βασιλέα. Δαυῒδ δὲ ὁ βασιλεὺς ἐγέννησε τὸν Σολομῶντα ἐκ τῆς τοῦ Οὐρίου, 7 Σολομὼν δὲ ἐγέννησε τὸν Ροβοάμ, Ροβοὰμ δὲ ἐγέννησε τὸν ᾿Αβιά, ᾿Αβιὰ δὲ ἐγέννησε τὸν ᾿Ασά, 8 ᾿Ασὰ δὲ ἐγέννησε τὸν ᾿Ιωσαφάτ, ᾿Ιωσαφὰτ δὲ ἐγέννησε τὸν ᾿Ιωράμ, ᾿Ιωρὰμ δὲ ἐγέννησε τὸν ᾿Οζίαν, 9 ᾿Οζίας δὲ ἐγέννησε τὸν ᾿Ιωάθαμ, ᾿Ιωάθαμ δὲ ἐγέννησε τὸν ῎Αχαζ, ῎Αχαζ δὲ ἐγέννησε τὸν ᾿Εζεκίαν, 10 ᾿Εζεκίας δὲ ἐγέννησε τὸν Μανασσῆ, Μανασσῆς δὲ ἐγέννησε τὸν ᾿Αμών, ᾿Αμὼν δὲ ἐγέννησε τὸν ᾿Ιωσίαν, 11 ᾿Ιωσίας δὲ ἐγέννησε τὸν ᾿Ιεχονίαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ ἐπὶ τῆς μετοικεσίας Βαβυλῶνος.
12 Μετὰ δὲ τὴν μετοικεσίαν Βαβυλῶνος ᾿Ιεχονίας ἐγέννησε τὸν Σαλαθιήλ, Σαλαθιὴλ δὲ ἐγέννησε τὸν Ζοροβάβελ,
13 Ζοροβάβελ δὲ ἐγέννησε τὸν ᾿Αβιούδ, ᾿Αβιοὺδ δὲ ἐγέννησε τὸν ᾿Ελιακείμ, ᾿Ελιακεὶμ δὲ ἐγέννησε τὸν ᾿Αζώρ, 14 ᾿Αζὼρ δὲ ἐγέννησε τὸν Σαδώκ, Σαδὼκ δὲ ἐγέννησε τὸν ᾿Αχείμ, ᾿Αχεὶμ δὲ ἐγέννησε τὸν ᾿Ελιούδ, 15 ᾿Ελιοὺδ δὲ ἐγέννησε τὸν ᾿Ελεάζαρ, ᾿Ελεάζαρ δὲ ἐγέννησε τὸν Ματθάν, Ματθὰν δὲ ἐγέννησε τὸν ᾿Ιακώβ, 16 ᾿Ιακὼβ δὲ ἐγέννησε τὸν ᾿Ιωσὴφ τὸν ἄνδρα Μαρίας, ἐξ ἧς ἐγεννήθη ᾿Ιησοῦς ὁ λεγόμενος Χριστός.
17 Πᾶσαι οὖν αἱ γενεαὶ ἀπὸ ᾿Αβραάμ ἕως Δαυῒδ γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ Δαυῒδ ἕως τῆς μετοικεσίας Βαβυλῶνος γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ Χριστοῦ γενεαὶ δεκατέσσαρες.
Γέννησις τοῦ ᾿Ιησοῦ Χριστοῦ
18 Τοῦ δὲ ᾿Ιησοῦ Χριστοῦ ἡ γέννησις οὕτως ἦν. μνηστευθείσης γὰρ τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ ᾿Ιωσήφ, πρὶν ἢ συνελθεῖν αὐτοὺς εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος ῾Αγίου. 19 ᾿Ιωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς, δίκαιος ὢν καὶ μὴ θέλων αὐτὴν παραδειγματίσαι, ἐβουλήθη λάθρα ἀπολῦσαι αὐτήν.
20 Ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος ἰδοὺ ἄγγελος Κυρίου κατ᾿ ὄναρ ἐφάνη αὐτῷ λέγων· ᾿Ιωσὴφ υἱὸς Δαυῒδ, μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματός ἐστιν ῾Αγίου. 21 τέξεται δὲ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ ᾿Ιησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. 22 Τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῇ τὸ ρηθὲν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ προφήτου λέγοντος· 23 ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ ᾿Εμμανουήλ, ὅ ἐστι μεθερμηνευόμενον μεθ᾿ ἡμῶν ὁ Θεός. 24 Διεγερθεὶς δὲ ὁ ᾿Ιωσὴφ ἀπὸ τοῦ ὕπνου ἐποίησεν ὡς προσέταξεν αὐτῷ ὁ ἄγγελος Κυρίου καὶ παρέλαβε τὴν γυναῖκα αὐτοῦ, 25 καὶ οὐκ ἐγίνωσκεν αὐτὴν ἕως οὗ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ ᾿Ιησοῦν.
῾Η ἐπίσκεψις τῶν μάγων
Β´\ΤΟΥ δὲ ᾿Ιησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς ᾿Ιουδαίας ἐν ἡμέραις ῾Ηρῴδου τοῦ βασιλέως, ἰδοὺ μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντο εἰς ῾Ιεροσόλυμα 2 λέγοντες· ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν ᾿Ιουδαίων; εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ.
3 ᾿Ακούσας δὲ ῾Ηρῴδης ὁ βασιλεὺς ἐταράχθη καὶ πᾶσα ῾Ιεροσόλυμα μετ᾿ αὐτοῦ, 4 καὶ συναγαγὼν πάντας τοὺς ἀρχιερεῖς καὶ γραμματεῖς τοῦ λαοῦ ἐπυνθάνετο παρ᾿ αὐτῶν ποῦ ὁ Χριστὸς γεννᾶται. 5 οἱ δὲ εἶπον αὐτῷ· ἐν Βηθλεὲμ τῆς ᾿Ιουδαίας· οὕτω γὰρ γέγραπται διὰ τοῦ προφήτου· 6 καὶ σὺ Βηθλεέμ, γῆ ᾿Ιούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν ᾿Ιούδα· ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν ᾿Ισραήλ.
7 Τότε ῾Ηρῴδης λάθρα καλέσας τοὺς μάγους ἠκρίβωσε παρ᾿ αὐτῶν τὸν χρόνον τοῦ φαινομένου ἀστέρος, 8 καὶ πέμψας αὐτοὺς εἰς Βηθλεὲμ εἶπε· πορευθέντες ἀκριβῶς ἐξετάσατε περὶ τοῦ παιδίου, ἐπὰν δὲ εὕρητε, ἀπαγγείλατέ μοι, ὅπως κἀγὼ ἐλθὼν προσκυνήσω αὐτῷ. 9 οἱ δὲ ἀκούσαντες τοῦ βασιλέως ἐπορεύθησαν· καὶ ἰδοὺ ὁ ἀστὴρ ὃν εἶδον ἐν τῇ ἀνατολῇ προῆγεν αὐτούς, ἕως ἐλθὼν ἔστη ἐπάνω οὗ ἦν τὸ παιδίον· 10 ἰδόντες δὲ τὸν ἀστέρα ἐχάρησαν χαρὰν μεγάλην σφόδρα, 11 καὶ ἐλθόντες εἰς τὴν οἰκίαν εἶδον τὸ παιδίον μετὰ Μαρίας τῆς μητρὸς αὐτοῦ, καὶ πεσόντες προσεκύνησαν αὐτῷ, καὶ ἀνοίξαντες τοὺς θησαυροὺς αὐτῶν προσήνεγκαν αὐτῷ δῶρα, χρυσὸν καὶ λίβανον καὶ σμύρναν·
12 καὶ χρηματισθέντες κατ᾿ ὄναρ μὴ ἀνακάμψαι πρὸς ῾Ηρῴδην, δι᾿ ἄλλης ὁδοῦ ἀνεχώρησαν εἰς τὴν χώραν αὐτῶν.
῾Η φυγὴ εἰς τὴν Αἴγυπτον
13 ᾿Αναχωρησάντων δὲ αὐτῶν ἰδοὺ ἄγγελος Κυρίου φαίνεται κατ᾿ ὄναρ τῷ ᾿Ιωσὴφ λέγων· ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ φεῦγε εἰς Αἴγυπτον, καὶ ἴσθι ἐκεῖ ἕως ἂν εἴπω σοι· μέλλει γὰρ ῾Ηρῴδης ζητεῖν τὸ παιδίον τοῦ ἀπολέσαι αὐτό. 14 ῾Ο δὲ ἐγερθεὶς παρέλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ νυκτὸς καὶ ἀνεχώρησεν εἰς Αἴγυπτον, 15 καὶ ἦν ἐκεῖ ἕως τῆς τελευτῆς ῾Ηρῴδου, ἵνα πληρωθῇ τὸ ρηθὲν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ προφήτου λέγοντος· ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου.
῾Η σφαγὴ τῶν νηπίων τῆς Βηθλεὲμ ἀπὸ τὸν ῾Ηρώδην
16 Τότε ῾Ηρῴδης ἰδὼν ὅτι ἐνεπαίχθη ὑπὸ τῶν μάγων, ἐθυμώθη λίαν, καὶ ἀποστείλας ἀνεῖλε πάντας τοὺς παῖδας τοὺς ἐν Βηθλεὲμ καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτῆς ἀπὸ διετοῦς καὶ κατωτέρω, κατὰ τὸν χρόνον ὃν ἠκρίβωσε παρὰ τῶν μάγων. 17 τότε ἐπληρώθη τὸ ρηθὲν ὑπὸ ῾Ιερεμίου τοῦ προφήτου λέγοντος· 18 φωνὴ ἐν Ραμᾷ ἠκούσθη, θρῆνος καὶ κλαυθμὸς καὶ ὀδυρμὸς πολύς· Ραχὴλ κλαίουσα τὰ τέκνα αὐτῆς, καὶ οὐκ ἤθελε παρακληθῆναι, ὅτι οὐκ εἰσίν.
᾿Επιστροφὴ ἀπὸ τὴν Αἴγυπτον
19 Τελευτήσαντος δὲ τοῦ ῾Ηρῴδου ἰδοὺ ἄγγελος Κυρίου κατ᾿ ὄναρ φαίνεται τῷ ᾿Ιωσὴφ ἐν Αἰγύπτῳ 20 λέγων· ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ πορεύου εἰς γῆν ᾿Ισραήλ· τεθνήκασι γὰρ οἱ ζητοῦντες τὴν ψυχὴν τοῦ παιδίου. 21 ὁ δὲ ἐγερθεὶς παρέλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ ἦλθεν εἰς γῆν ᾿Ισραήλ. 22 ἀκούσας δὲ ὅτι ᾿Αρχέλαος βασιλεύει ἐπὶ τῆς ᾿Ιουδαίας ἀντὶ ῾Ηρῴδου τοῦ πατρὸς αὐτοῦ, ἐφοβήθη ἐκεῖ ἀπελθεῖν· χρηματισθεὶς δὲ κατ᾿ ὄναρ ἀνεχώρησεν εἰς τὰ μέρη τῆς Γαλιλαίας, 23 καὶ ἐλθὼν κατῴκησεν εἰς πόλιν λεγομένην Ναζαρέτ, ὅπως πληρωθῇ τὸ ρηθὲν διὰ τῶν προφητῶν ὅτι Ναζωραῖος κληθήσεται.1 ΒΙΒΛΟΣ ΤΗΣ ΓΕΝΕΑΛΟΓΙΑΣ ΤΟΥ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ ΥΙΟΥ ΤΟΥ ΔΑΒΙΔ ΥΙΟΥ ΤΟΥ ΑΒΡΑΑΜ
2 Ο ΑΒΡΑΑΜ ΕΓΕΝΝΗΣΕ ΤΟΝ ΙΣΑΑΚ ΙΣΑΑΚ ΔΕ ΕΓΕΝΝΗΣΕ ΤΟΝ ΙΑΚΩΒ ΙΑΚΩΒ ΔΕ ΕΓΕΝΝΗΣΕ ΤΟΝ ΙΟΥΔΑΝ ΚΑΙ ΤΟΥΣ ΑΔΕΛΦΟΥΣ ΑΥΤΟΥ
3 ΙΟΥΔΑΣ ΔΕ ΕΓΕΝΝΗΣΕ ΤΟΝ ΦΑΡΕΣ ΚΑΙ ΤΟΝ ΖΑΡΑ ΕΚ ΤΗΣ ΘΑΜΑΡ ΦΑΡΕΣ ΔΕ ΕΓΕΝΝΗΣΕ ΤΟΝ ΕΣΡΩΜ ΕΣΡΩΜ ΔΕ ΕΓΕΝΝΗΣΕ ΤΟΝ ΑΡΑΜ
4 ΑΡΑΜ ΔΕ ΕΓΕΝΝΗΣΕ ΤΟΝ ΑΜΙΝΑΔΑΒ ΑΜΙΝΑΔΑΒ ΔΕ ΕΓΕΝΝΗΣΕ ΤΟΝ ΝΑΑΣΣΩΝ ΝΑΑΣΣΩΝ ΔΕ ΕΓΕΝΝΗΣΕ ΤΟΝ ΣΑΛΜΩΝ
5 ΣΑΛΜΩΝ ΔΕ ΕΓΕΝΝΗΣΕ ΤΟΝ ΒΟΟΖ ΕΚ ΤΗΣ ΡΑΧΑΒ ΒΟΟΖ ΔΕ ΕΓΕΝΝΗΣΕ ΤΟΝ ΩΒΗΔ ΕΚ ΤΗΣ ΡΟΥΘ ΩΒΗΔ ΔΕ ΕΓΕΝΝΗΣΕ ΤΟΝ ΙΕΣΣΑΙ
6 ΙΕΣΣΑΙ ΔΕ ΕΓΕΝΝΗΣΕ ΤΟΝ ΔΑΒΙΔ ΤΟΝ ΒΑΣΙΛΕΑ ΔΑΒΙΔ ΔΕ Ο ΒΑΣΙΛΕΥΣ ΕΓΕΝΝΗΣΕ ΤΟΝ ΣΟΛΟΜΩΝΤΑ ΕΚ ΤΗΣ ΓΥΝΑΙΚΟΣ ΤΟΥ ΟΥΡΙΟΥ
7 ΣΟΛΟΜΩΝ ΔΕ ΕΓΕΝΝΗΣΕ ΤΟΝ ΡΟΒΟΑΜ ΡΟΒΟΑΜ ΔΕ ΕΓΕΝΝΗΣΕ ΤΟΝ ΑΒΙΑ ΑΒΙΑ ΔΕ ΕΓΕΝΝΗΣΕ ΤΟΝ ΑΣΑ
8 ΑΣΑ ΔΕ ΕΓΕΝΝΗΣΕ ΤΟΝ ΙΩΣΑΦΑΤ ΙΩΣΑΦΑΤ ΔΕ ΕΓΕΝΝΗΣΕ ΤΟΝ ΙΩΡΑΜ ΙΩΡΑΜ ΔΕ ΕΓΕΝΝΗΣΕ ΤΟΝ ΟΖΙΑΝ
9 ΟΖΙΑΣ ΔΕ ΕΓΕΝΝΗΣΕ ΤΟΝ ΙΩΑΘΑΜ ΙΩΑΘΑΜ ΔΕ ΕΓΕΝΝΗΣΕ ΤΟΝ ΑΧΑΖ ΑΧΑΖ ΔΕ ΕΓΕΝΝΗΣΕ ΤΟΝ ΕΖΕΚΙΑΝ
10 ΕΖΕΚΙΑΣ ΔΕ ΕΓΕΝΝΗΣΕ ΤΟΝ ΜΑΝΑΣΣΗ ΜΑΝΑΣΣΗΣ ΔΕ ΕΓΕΝΝΗΣΕ ΤΟΝ ΑΜΩΝ ΑΜΩΝ ΔΕ ΕΓΕΝΝΗΣΕ ΤΟΝ ΙΩΣΙΑΝ
11 ΙΩΣΙΑΣ ΔΕ ΕΓΕΝΝΗΣΕ ΤΟΝ ΙΕΧΟΝΙΑΝ ΚΑΙ ΤΟΥΣ ΑΔΕΛΦΟΥΣ ΑΥΤΟΥ ΕΠΙ ΤΗΣ ΜΕΤΟΙΚΕΣΙΑΣ ΒΑΒΥΛΩΝΟΣ
12 ΜΕΤΑ ΔΕ ΤΗΝ ΜΕΤΟΙΚΕΣΙΑΝ ΒΑΒΥΛΩΝΟΣ ΙΕΧΟΝΙΑΣ ΕΓΕΝΝΗΣΕ ΤΟΝ ΣΑΛΑΘΙΗΛ ΣΑΛΑΘΙΗΛ ΔΕ ΕΓΕΝΝΗΣΕ ΤΟΝ ΖΟΡΟΒΑΒΕΛ
13 ΖΟΡΟΒΑΒΕΛ ΔΕ ΕΓΕΝΝΗΣΕ ΤΟΝ ΑΒΙΟΥΔ ΑΒΙΟΥΔ ΔΕ ΕΓΕΝΝΗΣΕ ΤΟΝ ΕΛΙΑΚΕΙΜ ΕΛΙΑΚΕΙΜ ΔΕ ΕΓΕΝΝΗΣΕ ΤΟΝ ΑΖΩΡ
14 ΑΖΩΡ ΔΕ ΕΓΕΝΝΗΣΕ ΤΟΝ ΣΑΔΩΚ ΣΑΔΩΚ ΔΕ ΕΓΕΝΝΗΣΕ ΤΟΝ ΑΧΕΙΜ ΑΧΕΙΜ ΔΕ ΕΓΕΝΝΗΣΕ ΤΟΝ ΕΛΙΟΥΔ
15 ΕΛΙΟΥΔ ΔΕ ΕΓΕΝΝΗΣΕ ΤΟΝ ΕΛΕΑΖΑΡ ΕΛΕΑΖΑΡ ΔΕ ΕΓΕΝΝΗΣΕ ΤΟΝ ΜΑΤΘΑΝ ΜΑΤΘΑΝ ΔΕ ΕΓΕΝΝΗΣΕ ΤΟΝ ΙΑΚΩΒ
16 ΙΑΚΩΒ ΔΕ ΕΓΕΝΝΗΣΕ ΤΟΝ ΙΩΣΗΦ ΤΟΝ ΑΝΔΡΑ ΤΗΣ ΜΑΡΙΑΣ ΕΞ ΗΣ ΕΓΕΝΝΗΘΗ ΙΗΣΟΥΣ Ο ΛΕΓΟΜΕΝΟΣ ΧΡΙΣΤΟΣ
17 ΠΑΣΑΙ ΛΟΙΠΟΝ ΑΙ ΓΕΝΕΑΙ ΑΠΟ ΑΒΡΑΑΜ ΕΩΣ ΔΑΒΙΔ ΕΙΝΑΙ ΓΕΝΕΑΙ ΔΕΚΑΤΕΣΣΑΡΕΣ ΚΑΙ ΑΠΟ ΔΑΒΙΔ ΕΩΣ ΤΗΣ ΜΕΤΟΙΚΕΣΙΑΣ ΒΑΒΥΛΩΝΟΣ ΓΕΝΕΑΙ ΔΕΚΑΤΕΣΣΑΡΕΣ ΚΑΙ ΑΠΟ ΤΗΣ ΜΕΤΟΙΚΕΣΙΑΣ ΒΑΒΥΛΩΝΟΣ ΕΩΣ ΤΟΥ ΧΡΙΣΤΟΥ ΓΕΝΕΑΙ ΔΕΚΑΤΕΣΣΑΡΕΣ
18 ΤΟΥ ΔΕ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ Η ΓΕΝΝΗΣΙΣ ΟΥΤΩΣ ΗΤΟ ΑΦΟΥ ΗΡΡΑΒΩΝΙΣΘΗ Η ΜΗΤΗΡ ΑΥΤΟΥ ΜΑΡΙΑ ΜΕΤΑ ΤΟΥ ΙΩΣΗΦ ΠΡΙΝ ΣΥΝΕΛΘΩΣΙΝ ΕΥΡΕΘΗ ΕΝ ΓΑΣΤΡΙ ΕΧΟΥΣΑ ΕΚ ΠΝΕΥΜΑΤΟΣ ΑΓΙΟΥ
19 ΙΩΣΗΦ ΔΕ Ο ΑΝΗΡ ΑΥΤΗΣ ΔΙΚΑΙΟΣ ΩΝ ΚΑΙ ΜΗ ΘΕΛΩΝ ΝΑ ΘΕΑΤΡΙΣΗ ΑΥΤΗΝ ΗΘΕΛΗΣΕ ΝΑ ΑΠΟΛΥΣΗ ΑΥΤΗΝ ΚΡΥΦΙΩΣ
20 ΕΝΩ ΔΕ ΑΥΤΟΣ ΔΙΕΛΟΓΙΣΘΗ ΤΑΥΤΑ ΙΔΟΥ ΑΓΓΕΛΟΣ ΚΥΡΙΟΥ ΕΦΑΝΗ ΚΑΤ ΟΝΑΡ ΕΙΣ ΑΥΤΟΝ ΛΕΓΩΝ ΙΩΣΗΦ ΥΙΕ ΤΟΥ ΔΑΒΙΔ ΜΗ ΦΟΒΗΘΗΣ ΝΑ ΠΑΡΑΛΑΒΗΣ ΜΑΡΙΑΜ ΤΗΝ ΓΥΝΑΙΚΑ ΣΟΥ ΔΙΟΤΙ ΤΟ ΕΝ ΑΥΤΗ ΓΕΝΝΗΘΕΝ ΕΙΝΑΙ ΕΚ ΠΝΕΥΜΑΤΟΣ ΑΓΙΟΥ
21 ΘΕΛΕΙ ΔΕ ΓΕΝΝΗΣΕΙ ΥΙΟΝ ΚΑΙ ΘΕΛΕΙΣ ΚΑΛΕΣΕΙ ΤΟ ΟΝΟΜΑ ΑΥΤΟΥ ΙΗΣΟΥΝ ΔΙΟΤΙ ΑΥΤΟΣ ΘΕΛΕΙ ΣΩΣΕΙ ΤΟΝ ΛΑΟΝ ΑΥΤΟΥ ΑΠΟ ΤΩΝ ΑΜΑΡΤΙΩΝ ΑΥΤΩΝ
22 ΤΟΥΤΟ ΔΕ ΟΛΟΝ ΕΓΕΙΝΕ ΔΙΑ ΝΑ ΠΛΗΡΩΘΗ ΤΟ ΡΗΘΕΝ ΥΠΟ ΤΟΥ ΚΥΡΙΟΥ ΔΙΑ ΤΟΥ ΠΡΟΦΗΤΟΥ ΛΕΓΟΝΤΟΣ
23 ΙΔΟΥ Η ΠΑΡΘΕΝΟΣ ΘΕΛΕΙ ΣΥΛΛΑΒΕΙ ΚΑΙ ΘΕΛΕΙ ΓΕΝΝΗΣΕΙ ΥΙΟΝ ΚΑΙ ΘΕΛΟΥΣΙ ΚΑΛΕΣΕΙ ΤΟ ΟΝΟΜΑ ΑΥΤΟΥ ΕΜΜΑΝΟΥΗΛ ΤΟ ΟΠΟΙΟΝ ΜΕΘΕΡΜΗΝΕΥΟΜΕΝΟΝ ΕΙΝΑΙ ΜΕΘ ΗΜΩΝ Ο ΘΕΟΣ
24 ΕΞΕΓΕΡΘΕΙΣ ΔΕ Ο ΙΩΣΗΦ ΑΠΟ ΤΟΥ ΥΠΝΟΥ ΕΚΑΜΕΝ ΩΣ ΠΡΟΣΕΤΑΞΕΝ ΑΥΤΟΝ Ο ΑΓΓΕΛΟΣ ΚΥΡΙΟΥ ΚΑΙ ΠΑΡΕΛΑΒΕ ΤΗΝ ΓΥΝΑΙΚΑ ΑΥΤΟΥ
25 ΚΑΙ ΔΕΝ ΕΓΝΩΡΙΖΕΝ ΑΥΤΗΝ ΕΩΣΟΥ ΕΓΕΝΝΗΣΕ ΤΟΝ ΥΙΟΝ ΑΥΤΗΣ ΤΟΝ ΠΡΩΤΟΤΟΚΟΝ ΚΑΙ ΕΚΑΛΕΣΕ ΤΟ ΟΝΟΜΑ ΑΥΤΟΥ ΙΗΣΟΥΝ ΕΠΟΜΕΝΟ.1 ΑΦΟΥ ΔΕ ΕΓΕΝΝΗΘΗ Ο ΙΗΣΟΥΣ ΕΝ ΒΗΘΛΕΕΜ ΤΗΣ ΙΟΥΔΑΙΑΣ ΕΠΙ ΤΩΝ ΗΜΕΡΩΝ ΗΡΩΔΟΥ ΤΟΥ ΒΑΣΙΛΕΩΣ ΙΔΟΥ ΜΑΓΟΙ ΑΠΟ ΑΝΑΤΟΛΩΝ ΗΛΘΟΝ ΕΙΣ ΙΕΡΟΣΟΛΥΜΑ ΛΕΓΟΝΤΕΣ
2 ΠΟΥ ΕΙΝΑΙ Ο ΓΕΝΝΗΘΕΙΣ ΒΑΣΙΛΕΥΣ ΤΩΝ ΙΟΥΔΑΙΩΝ ΔΙΟΤΙ ΕΙΔΟΜΕΝ ΤΟΝ ΑΣΤΕΡΑ ΑΥΤΟΥ ΕΝ ΤΗ ΑΝΑΤΟΛΗ ΚΑΙ ΗΛΘΟΜΕΝ ΔΙΑ ΝΑ ΠΡΟΣΚΥΝΗΣΩΜΕΝ ΑΥΤΟΝ
3 ΑΚΟΥΣΑΣ ΔΕ ΗΡΩΔΗΣ Ο ΒΑΣΙΛΕΥΣ ΕΤΑΡΑΧΘΗ ΚΑΙ ΠΑΣΑ Η ΙΕΡΟΣΟΛΥΜΑ ΜΕΤ ΑΥΤΟΥ
4 ΚΑΙ ΣΥΝΑΞΑΣ ΠΑΝΤΑΣ ΤΟΥΣ ΑΡΧΙΕΡΕΙΣ ΚΑΙ ΓΡΑΜΜΑΤΕΙΣ ΤΟΥ ΛΑΟΥ ΗΡΩΤΑ ΝΑ ΜΑΘΗ ΠΑΡ ΑΥΤΩΝ ΠΟΥ Ο ΧΡΙΣΤΟΣ ΓΕΝΝΑΤΑΙ
5 ΕΚΕΙΝΟΙ ΔΕ ΕΙΠΟΝ ΠΡΟΣ ΑΥΤΟΝ ΕΝ ΒΗΘΛΕΕΜ ΤΗΣ ΙΟΥΔΑΙΑΣ ΔΙΟΤΙ ΟΥΤΩΣ ΕΙΝΑΙ ΓΕΓΡΑΜΜΕΝΟΝ ΔΙΑ ΤΟΥ ΠΡΟΦΗΤΟΥ
6 ΚΑΙ ΣΥ ΒΗΘΛΕΕΜ ΓΗ ΙΟΥΔΑ ΔΕΝ ΕΙΣΑΙ ΟΥΔΟΛΩΣ ΕΛΑΧΙΣΤΗ ΜΕΤΑΞΥ ΤΩΝ ΗΓΕΜΟΝΩΝ ΤΟΥ ΙΟΥΔΑ ΔΙΟΤΙ ΕΚ ΣΟΥ ΘΕΛΕΙ ΕΞΕΛΘΕΙ ΗΓΟΥΜΕΝΟΣ ΟΣΤΙΣ ΘΕΛΕΙ ΠΟΙΜΑΝΕΙ ΤΟΝ ΛΑΟΝ ΜΟΥ ΤΟΝ ΙΣΡΑΗΛ
7 ΤΟΤΕ Ο ΗΡΩΔΗΣ ΚΑΛΕΣΑΣ ΚΡΥΦΙΩΣ ΤΟΥΣ ΜΑΓΟΥΣ ΕΞΗΚΡΙΒΩΣΕ ΠΑΡ ΑΥΤΩΝ ΤΟΝ ΚΑΙΡΟΝ ΤΟΥ ΦΑΙΝΟΜΕΝΟΥ ΑΣΤΕΡΟΣ
8 ΚΑΙ ΠΕΜΨΑΣ ΑΥΤΟΥΣ ΕΙΣ ΒΗΘΛΕΕΜ ΕΙΠΕ ΠΟΡΕΥΘΕΝΤΕΣ ΑΚΡΙΒΩΣ ΕΞΕΤΑΣΑΤΕ ΠΕΡΙ ΤΟΥ ΠΑΙΔΙΟΥ ΑΦΟΥ ΔΕ ΕΥΡΗΤΕ ΑΠΑΓΓΕΙΛΑΤΕ ΜΟΙ ΔΙΑ ΝΑ ΕΛΘΩ ΚΑΙ ΕΓΩ ΝΑ ΠΡΟΣΚΥΝΗΣΩ ΑΥΤΟ
9 ΕΚΕΙΝΟΙ ΔΕ ΑΚΟΥΣΑΝΤΕΣ ΤΟΥ ΒΑΣΙΛΕΩΣ ΑΝΕΧΩΡΗΣΑΝ ΚΑΙ ΙΔΟΥ Ο ΑΣΤΗΡ ΤΟΝ ΟΠΟΙΟΝ ΕΙΔΟΝ ΕΝ ΤΗ ΑΝΑΤΟΛΗ ΠΡΟΕΠΟΡΕΥΕΤΟ ΑΥΤΩΝ ΕΩΣΟΥ ΕΛΘΩΝ ΕΣΤΑΘΗ ΕΠΑΝΩ ΟΠΟΥ ΗΤΟ ΤΟ ΠΑΙΔΙΟΝ
10 ΙΔΟΝΤΕΣ ΔΕ ΤΟΝ ΑΣΤΕΡΑ ΕΧΑΡΗΣΑΝ ΧΑΡΑΝ ΜΕΓΑΛΗΝ ΣΦΟΔΡΑ
11 ΚΑΙ ΕΛΘΟΝΤΕΣ ΕΙΣ ΤΗΝ ΟΙΚΙΑΝ ΕΥΡΟΝ ΤΟ ΠΑΙΔΙΟΝ ΜΕΤΑ ΜΑΡΙΑΣ ΤΗΣ ΜΗΤΡΟΣ ΑΥΤΟΥ ΚΑΙ ΠΕΣΟΝΤΕΣ ΠΡΟΣΕΚΥΝΗΣΑΝ ΑΥΤΟ ΚΑΙ ΑΝΟΙΞΑΝΤΕΣ ΤΟΥΣ ΘΗΣΑΥΡΟΥΣ ΑΥΤΩΝ ΠΡΟΣΕΦΕΡΑΝ ΕΙΣ ΑΥΤΟ ΔΩΡΑ ΧΡΥΣΟΝ ΚΑΙ ΛΙΒΑΝΟΝ ΚΑΙ ΣΜΥΡΝΑΝ
12 ΚΑΙ ΑΠΟΚΑΛΥΦΘΕΝΤΕΣ ΘΕΟΘΕΝ ΚΑΤ ΟΝΑΡ ΝΑ ΜΗ ΕΠΙΣΤΡΕΨΩΣΙ ΠΡΟΣ ΤΟΝ ΗΡΩΔΗΝ ΔΙ ΑΛΛΗΣ ΟΔΟΥ ΑΝΕΧΩΡΗΣΑΝ ΕΙΣ ΤΗΝ ΧΩΡΑΝ ΑΥΤΩΝ
13 ΑΦΟΥ ΔΕ ΑΥΤΟΙ ΑΝΕΧΩΡΗΣΑΝ ΙΔΟΥ ΑΓΓΕΛΟΣ ΚΥΡΙΟΥ ΦΑΙΝΕΤΑΙ ΚΑΤ ΟΝΑΡ ΕΙΣ ΤΟΝ ΙΩΣΗΦ ΛΕΓΩΝ ΕΓΕΡΘΕΙΣ ΠΑΡΑΛΑΒΕ ΤΟ ΠΑΙΔΙΟΝ ΚΑΙ ΤΗΝ ΜΗΤΕΡΑ ΑΥΤΟΥ ΚΑΙ ΦΕΥΓΕ ΕΙΣ ΑΙΓΥΠΤΟΝ ΚΑΙ ΕΣΟ ΕΚΕΙ ΕΩΣΟΥ ΕΙΠΩ ΣΟΙ ΔΙΟΤΙ ΜΕΛΛΕΙ Ο ΗΡΩΔΗΣ ΝΑ ΖΗΤΗΣΗ ΤΟ ΠΑΙΔΙΟΝ ΔΙΑ ΝΑ ΑΠΟΛΕΣΗ ΑΥΤΟ
14 Ο ΔΕ ΕΓΕΡΘΕΙΣ ΠΑΡΕΛΑΒΕ ΤΟ ΠΑΙΔΙΟΝ ΚΑΙ ΤΗΝ ΜΗΤΕΡΑ ΑΥΤΟΥ ΔΙΑ ΝΥΚΤΟΣ ΚΑΙ ΑΝΕΧΩΡΗΣΕΝ ΕΙΣ ΑΙΓΥΠΤΟΝ
15 ΚΑΙ ΗΤΟ ΕΚΕΙ ΕΩΣ ΤΗΣ ΤΕΛΕΥΤΗΣ ΤΟΥ ΗΡΩΔΟΥ ΔΙΑ ΝΑ ΠΛΗΡΩΘΗ ΤΟ ΡΗΘΕΝ ΥΠΟ ΤΟΥ ΚΥΡΙΟΥ ΔΙΑ ΤΟΥ ΠΡΟΦΗΤΟΥ ΛΕΓΟΝΤΟΣ ΕΞ ΑΙΓΥΠΤΟΥ ΕΚΑΛΕΣΑ ΤΟΝ ΥΙΟΝ ΜΟΥ
16 ΤΟΤΕ Ο ΗΡΩΔΗΣ ΙΔΩΝ ΟΤΙ ΕΝΕΠΑΙΧΘΗ ΥΠΟ ΤΩΝ ΜΑΓΩΝ ΕΘΥΜΩΘΗ ΣΦΟΔΡΑ ΚΑΙ ΑΠΟΣΤΕΙΛΑΣ ΕΦΟΝΕΥΣΕ ΠΑΝΤΑΣ ΤΟΥΣ ΠΑΙΔΑΣ ΤΟΥΣ ΕΝ ΒΗΘΛΕΕΜ ΚΑΙ ΕΝ ΠΑΣΙ ΤΟΙΣ ΟΡΙΟΙΣ ΑΥΤΗΣ ΑΠΟ ΔΥΟ ΕΤΩΝ ΚΑΙ ΚΑΤΩΤΕΡΩ ΚΑΤΑ ΤΟΝ ΚΑΙΡΟΝ ΤΟΝ ΟΠΟΙΟΝ ΕΞΗΚΡΙΒΩΣΕ ΠΑΡΑ ΤΩΝ ΜΑΓΩΝ
17 ΤΟΤΕ ΕΠΛΗΡΩΘΗ ΤΟ ΡΗΘΕΝ ΥΠΟ ΙΕΡΕΜΙΟΥ ΤΟΥ ΠΡΟΦΗΤΟΥ ΛΕΓΟΝΤΟΣ
18 ΦΩΝΗ ΗΚΟΥΣΘΗ ΕΝ ΡΑΜΑ ΘΡΗΝΟΣ ΚΑΙ ΚΛΑΥΘΜΟΣ ΚΑΙ ΟΔΥΡΜΟΣ ΠΟΛΥΣ Η ΡΑΧΗΛ ΕΚΛΑΙΕ ΤΑ ΤΕΚΝΑ ΑΥΤΗΣ ΚΑΙ ΔΕΝ ΗΘΕΛΕ ΝΑ ΠΑΡΗΓΟΡΗΘΗ ΔΙΟΤΙ ΔΕΝ ΥΠΑΡΧΟΥΣΙ
19 ΤΕΛΕΥΤΗΣΑΝΤΟΣ ΔΕ ΤΟΥ ΗΡΩΔΟΥ ΙΔΟΥ ΑΓΓΕΛΟΣ ΚΥΡΙΟΥ ΦΑΙΝΕΤΑΙ ΚΑΤ ΟΝΑΡ ΕΙΣ ΤΟΝ ΙΩΣΗΦ ΕΝ ΑΙΓΥΠΤΩ
20 ΛΕΓΩΝ ΕΓΕΡΘΕΙΣ ΠΑΡΑΛΑΒΕ ΤΟ ΠΑΙΔΙΟΝ ΚΑΙ ΤΗΝ ΜΗΤΕΡΑ ΑΥΤΟΥ ΚΑΙ ΥΠΑΓΕ ΕΙΣ ΓΗΝ ΙΣΡΑΗΛ ΔΙΟΤΙ ΑΠΕΘΑΝΟΝ ΟΙ ΖΗΤΟΥΝΤΕΣ ΤΗΝ ΨΥΧΗΝ ΤΟΥ ΠΑΙΔΙΟΥ
21 Ο ΔΕ ΕΓΕΡΘΕΙΣ ΠΑΡΕΛΑΒΕ ΤΟ ΠΑΙΔΙΟΝ ΚΑΙ ΤΗΝ ΜΗΤΕΡΑ ΑΥΤΟΥ ΚΑΙ ΗΛΘΕΝ ΕΙΣ ΓΗΝ ΙΣΡΑΗΛ
22 ΑΚΟΥΣΑΣ ΔΕ ΟΤΙ Ο ΑΡΧΕΛΑΟΣ ΒΑΣΙΛΕΥΕΙ ΕΠΙ ΤΗΣ ΙΟΥΔΑΙΑΣ ΑΝΤΙ ΗΡΩΔΟΥ ΤΟΥ ΠΑΤΡΟΣ ΑΥΤΟΥ ΕΦΟΒΗΘΗ ΝΑ ΥΠΑΓΗ ΕΚΕΙ ΑΠΟΚΑΛΥΦΘΕΙΣ ΔΕ ΘΕΟΘΕΝ ΚΑΤ ΟΝΑΡ ΑΝΕΧΩΡΗΣΕΝ ΕΙΣ ΤΑ ΜΕΡΗ ΤΗΣ ΓΑΛΙΛΑΙΑΣ
23 ΚΑΙ ΕΛΘΩΝ ΚΑΤΩΚΗΣΕΝ ΕΙΣ ΠΟΛΙΝ ΛΕΓΟΜΕΝΗΝ ΝΑΖΑΡΕΤ ΔΙΑ ΝΑ ΠΛΗΡΩΘΗ ΤΟ ΡΗΘΕΝ ΔΙΑ ΤΩΝ ΠΡΟΦΗΤΩΝ ΟΤΙ ΝΑΖΩΡΑΙΟΣ ΘΕΛΕΙ ΟΝΟΜΑΣΘΗ

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου