Παρασκευή 21 Μαΐου 2021

ΠΡΟΣΕΥΧΗ ΓΙΑ ΑΠΟΤΡΟΠΗ ΤΟΥ ΕΜΒΟΛΙΟΥ.

Tην θλιβερότερη άλωση που ένιωσε ποτέ από την ανάσα του διαβόλου, αισθάνεται σήμερα κάθε ειλικρινής Χριστιανός.

Δεν πρόκειται να αλωθεί μία πόλη,ένας τόπος ,αλλά η ίδια η ψυχοσωματική ύπαρξή μας ,βαθιά μέσα στον πυρήνα της με το Ηρωδιακό εμβόλιο του Αντιχρίστου.

Ας διαβάζουμε καθημερινά τον κανόνα της Παναγίας των Βλαχερνών μαζί με την ευχή για να αποτραπεί με την Χάρη και βοήθειά της αυτή η ανεπανόρθωτη και σατανική παρέμβαση στην ζωή μας.

 

Παρακλητικός Κανών ΠΑΝΑΓΙΑΣ ΒΛΑΧΕΡΝΩΝ

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Τῇ Σῇ προστασίᾳ τῇ μητρικῇ, ἐκ πάσης ἀνάγκης ἐλευθέρωσον καὶ κακοῦ, καὶ φύλαττε πάσης ἄλλης βλάβης, Μῆτερ ἡμῶν ἐν Βλαχέρναις Πανάχραντε!

Τῆς χάριτός Σου τῆς μυστικῆς, ἀνέδειξας Μῆτερ, τὴν Εἰκόνα Σου χορηγόν, τοῖς βοήθειάν Σου αἰτουμένοις, Μῆτερ ἡμῶν ἐν Βλαχέρναις Πανάχραντε!

Δοτῆρα ἐλέους καὶ χορηγόν, τεκοῦσα ὦ Μῆτερ, χάριτί Σου ἐλέησον, τοὺς τὴν Σὴν βοήθειαν ζητοῦντας, Μῆτερ ἡμῶν ἐν Βλαχέρναις Πανάχραντε!

Πᾶσι τοῖς αἰτοῦσί Σου τὴν σεπτήν, βοήθειαν Κόρη, ἡμῖν δίδου τὰς δωρεάς, καὶ σῶζε ἡμᾶς κακῶν παντοίων, Μῆτερ ἡμῶν ἐν Βλαχέρνας Πανάχραντε!

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.

Ἐκ κινδύνων παντοίων καὶ φοβερῶν θλίψεων, καὶ ἀπειλῶν τῶν ποικίλων τοῦ πολεμήτορος, ἡμᾶς ἀπάλλαξον, Μῆτερ ἡμῶν ἐν Βλαχέρναις, τοὺς θερμῶς προστρέχοντας, τῇ προστασίᾳ Σου.

Τοῖς αἰτοῦσιν τὴν χάριν ὡς συμπαθῶς βράβευε, Μῆτερ ἡμῶν ἐν Βλαχέρναις, ἐν ταῖς ἀνάγκαις τους· πρὸς Σὲ γὰρ σπεύδουσιν, καὶ οὐκ ἐλλείπουσι πάντες, τὸ σεπτόν Σου ὄνομα, ἐπικαλούμενοι.

Ποταμοὶ τοῦ ἐλέους ὡς ἀληθῶς βλύζουσιν, ἐκ τῆς Σῆς ἁγίας Εἰκόνος, ὦ Μῆτερ Δέσποινα, πάντας δροσίζοντες, καὶ ἀναψύχοντες πάντας, τοὺς πυρὶ τῶν θλίψεων, κατακαιόμενους.Τοῦ ἐχθροῦ τὰς παγίδας τὰς καθ’ ἡμῶν σύντριψον, Μῆτερ ἡμῶν ἐν Βλαχέρναις τῇ ἐπισκέψει Σου, καὶ τῇ Σῇ χάριτι, ἐν εἰρήνῃ τελείᾳ, τὴν ζωὴν κυβέρνησον, ἡμῶν δεόμεθα.

Διάσωσον, Μῆτερ ἡμῶν ἐν Βλαχέρναις Θεογεννῆτορ, ἐκ παντοίων κινδύνων καὶ περιστάσεων, τοὺς καταφεύγοντας πίστει τῇ χάριτί Σου.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.

Πρεσβείαν τὴν Σὴν, ὡς τεῖχος ἀπροσμάχητον, νῦν ἔχομεν καὶ παντοίων ἐπιθέσεων, ἀεὶ ἐλευθερούμεθα τοῦ δολίου ἐχθροῦ καὶ πολεμήτορος, καὶ εὐφροσύνης καὶ χάριτος νῦν, πληρούμεθα μόνη Παντευλόγητε.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

Πιεζόμενοι θλίψεσιν, πρὸς τὴν Σὴν ἀγαθότητα καταφεύγομεν, καὶ λυτρούμεθα ὦ Πάναγνε, τῶν κατὰ τὸν βίον περιστάσεων.

Πόνων ἡμᾶς ἀνακούφισον, τῶν κατὰ ψυχὴν καὶ σῶμα ὦ Πάναγνε, ἡμᾶς τοὺς Σὲ μεγαλύνοντας, καὶ τὰ μεγαλεῖά Σου δοξάζοντας.

Νόσων σβέσον τὴν κάμινον, καὶ τῆς χάριτός Σου δρόσον ἡμῖν ἐπόμβρησον, μητρικῇ Σου ἀγαθότητι, τοῖς Σὲ μεγαλύνουσιν Πανάμωμε.

Πάσης βλάβης διάσωζε, πάσης νῦν παγίδος καὶ ἐπιθέσεως, Θεοτόκε Ἀειπάρθενε, τοὺς τὰ μεγαλεῖά Σου δοξάζοντας.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.

Ἅπαντες πιστοί, τῷ ναῷ Σου σπεύδουν Πάναγνε, καὶ λαμβάνουν τὰς αἰτήσεις συμπαθῶς· Σὺ γὰρ πάντας ἐλεεῖς Μῆτερ Φιλάνθωπε.

Θεῖον θησαυρόν, τὴν Εἰκόνα Σου κατέχοντες, ἐξ αὐτῆς τὰς δωρεὰς τῆς χάριτος, δαψιλῶς λαμβάνομεν ὦ Μῆτερ Πάναγνε.

Πάντα τὰ καλά, ἐκ Σῆς χάριτος πηγάζουσιν, καὶ βοήθειαν παρέχεις τοῖς πιστοῖς, τοῖς αἰτοῦσιν Σὴν βοήθειαν Πανάχραντε.

Σὴν βοήθειαν, ἐν Βλαχέρναις ἡμῶν Μῆτερ Σύ, τοῖς ἐν θλίψεσι κινδύνοις διωγμοῖς, συμπαθῶς ὡς πολυέλεος χορήγησον.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.

Μαγείας, καὶ τοῦ ἐχθροῦ μαγγανείας, καὶ ποικίλων παγίδων τοῦ δολίου, Σὺ ἐν Βλαχέρναις Πάναγνε Μῆτερ, καὶ βασκανίας φρικτῆς ἐλευθέρωσον, τοὺς καταφεύγοντας πιστῶς, πρὸς τὴν Σὴν ταχυτάτην ἀντίληψιν.

Τῇ Σῇ Εἰκόνι πιστῶς προσδραμόντες, καθ’ ἑκάστην Θεοτόκε ἡμέραν, ἀπὸ βάθους καρδίας Σοὶ βοῶμεν· ἀσθενειῶν καὶ ποικίλων κακώσεων, ἐλεύθερον ἀπείραστον ἡμῶν, τήρει τὸν βίον δεόμεθα.

Ἀσθενειῶν Σε, ἰατρὸν ἐγνωκότες, καὶ χαρᾶς τὴν πηγὴν ὦ Μητέρα, καὶ θλιβομένων τὴν παρηγορίαν, κινδυνευόντων τε πάντων διάσωσιν, Πανάχραντε Μῆτερ ἡμῶν, πᾶς πιστός Σοι καταφεύγει καὶ σώζεται.

Διάσωσον, Μῆτερ ἡμῶν ἐν Βλαχέρναις Θεογεννῆτορ, ἐκ παντοίων κινδύνων καὶ περιστάσεων, τοὺς καταφεύγοντας πίστει τῇ χάριτί Σου.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Κοντάκιον.

Ἦχος β΄. Τοῖς τῶν αἱμάτων Σου.

Ἐπιστασία Σου Κόρη προστρέχοντες, νῦν φυλαττόμεθα πάσης κακώσεως· διό Σου τὴν χάριν κηρύττομεν, Μῆτερ ἡμῶν ἐν Βλαχέρναις φιλάνθρωπε· Σὺ γὰρ ἡμῶν ἡ βοήθεια.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Τὴν ὑγείαν χορήγει, καὶ ψυχῆς θεραπείαν, ὦ Μῆτερ Πάναγνε, τοῖς πίστει ἀδιστάκτω, ναῷ Σου τῷ ἁγίῳ, προσκυνοῦσιν καὶ ψάλλουσιν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ὦ Πανάχραντε Μῆτερ, ἡ τὸ Φῶς τετοκυῖα τὸ προαιώνιον, φωτὶ τῶν πρεσβειῶν Σου, ψυχὴν ἐσκοτισμένην μου, διαφώτισον δέομαι, ἵνα ὑμνῶ Σοῦ ἀεὶ, τὰ θεία μεγαλεῖα.

Τῶν κακούργων ἀνθρώπων, τὰς ποικίλας παγίδας καὶ κακουργίας των, καὶ πάσαν ἀπειλήν τε, ματαίωσον Παρθένε, καὶ εἰς ἡμᾶς σύναψον, τὰ αἴσια ἐν Χριστῷ, φρονοῦντας καὶ τελοῦντας.

Διαφύλαξον πάσης, τοῦ ἐχθροῦ ἀπειλῆς τε καὶ ἐπιθέσεως, ἡμᾶς τοὺς ὁλοθέρμως, τὸ θεῖον ὄνομά Σου, εἰς βοήθειαν κράζοντας, ἐν πάσῃ ὥρᾳ Ἁγνή, καὶ πάσῃ περιστάσει.

ᾨδὴ η΄. Τὸν Βασιλέα.

Ῥῦσαί με Κόρη, τῶν ποικίλων κινδύνων, καὶ διάσωσον δεινῆς ἀῤῥωστείας, νῦν τῆς ἀπειλούσης, ψυχήν μου τὴν ἀθλίαν.

Χάριτι θείᾳ, Μῆτερ ἡμῶν ἐν Βλαχέρναις, παρηγόρησον ψυχήν μου τὴν ἀθλίαν, ἵνα Σὲ δοξάζω, Κυρία τῶν Ἀγγέλων.

Σὲ σωτηρίαν, Μῆτερ ἡμῶν ἐν Βλαχέρναις, ἀποκτήσαντες ἐν τῷ παρόντι βίῳ, Σὴν ἐπιστασίαν, κηρύττομεν τοῖς πᾶσιν.

Ἴδε εὐσπλάγχνως, Μῆτερ ἡμῶν ἐν Βλαχέρναις, τοὺς προστρέχοντας τῇ θείᾳ Σου Εἰκόνι, καὶ παράσχου πᾶσιν, τὴν λύσιν ὀφλημάτων.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

Μεγάλων δωρημάτων, παρὰ Σοῦ τρυφῶντες, Μῆτερ ἡμῶν ἐν Βλαχέρναις ἑκάστοτε, τὴν πρὸς ἡμᾶς Σου χρηστότητα μεγαλύνομεν.

Οἱ ἐν ἀσθενείαις, στενάζοντες ἀθλίως, τῇ χάριτί Σου πιστῶς καταφεύγουσιν, Μῆτερ ἡμῶν ἐν Βλαχέρναις καὶ διασώζονται.

Ὑψίστου Θεοῦ Μῆτερ, πάσης ἐπηρείας, τῆς τοῦ ἐχθροῦ μου ἐλεύθερον φύλαττε, Μῆτερ ἡμῶν ἐν Βλαχέρναις, τὸν Σὲ δοξάζοντα.

Ὑμνοῦμεν τῆς πολλῆς Σου, πρὸς ἡμᾶς εὐνοίας, Μῆτερ ἡμῶν ἐν Βλαχέρναις ἐκδήλωσιν, ὅτι ἡμᾶς περισκέπεις καὶ σώζεις πάντοτε.

ΠΡΟΣΕΥΧΗ ΚΑΤΑ ΤΟΥ ΕΜΒΟΛΙΟΥ

Δέσποτα Παντοκράτορ Κύριε ἠμῶν Ἰησοῦ Χριστέ, ὁ Λυτρωτής τῆς ζωῆς ἠμῶν διά μεσιτείας τῆς Παναχράντου Σου Μητρός Δεσποίνης ἠμῶν Θεοτόκου καί Ἀειπαρθένου Μαρίας καί πάντων Σου τῶν Ἁγίων, ἐπάκουσον ἐμοῦ τοῦ ἁμαρτωλοῦ κᾶ ἀναξίου δούλου σου καί παῦσον πάσαν ἀπειλήν δαιμονικῆς ἁλώσεως , ἐμβολίου ἤ ἄλλου πονηροῦ τινός εἰδωλοθύτου ,ἀπό τῶν ψυχῶν καί τῶν σωμάτων ἠμῶν καί τή Θεία δυνάμει Τοῦ Τιμίου καί Ζωοποιοῦ Σου Σταυροῦ ἀπέλασον, σύντριψον καί κατάργησον πάσαν πονηρᾶν ἐπιβουλήν τοῦ ἐχθροῦ ἀπό τήν σήν κληρουχίαν . Ἴνα ἐν καθαραίς διανοίαις,ψυχαίς καί σώμασιν δοξάζωμεν διά παντός τό Πανάγιον ὄνομά Σου ,σύν Τῷ Ἀνάρχῳ Σου Πατρί καί τῷ Παναγίῳ καί Ἀγαθῶ καί Ζωοποιῶ Σου Πνεύματι νῦν καί ἀεί καί εἰς τούς ἀπεράντους αἰώνας τῶν αἰώνων.Ἀμήν.

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σέ, μὴ ἀστοχήσωμεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ εἶ ἡ σωτρηρία τοῦ γένους τῶνχριστιανῶν.

Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

triklopodia.gr 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου