Λόγω των εξελίξεων στην Γάζα,θα παραθέσω και το πρώτο κεφάλαιο του Προφήτη Αμώς,που αναφέρεται σε Δαμασκό[Συρία],Γάζα,Τύρο[πόλη του Λιβάνου] και Εδώμ[όνομα που δόθηκε στον Ησαύ,από τον πατέρα του Ιακώβ.Οι Εδωμίτες ζούσαν στην νότια περιοχή της Παλαιστίνης ή όρος Σειήρ].ΛΟΓΟΙ
᾿Αμώς, οἳ ἐγένοντο ἐν
᾿Ακκαρεὶμ ἐκ Θεκουέ, οὓς
εἶδεν ὑπὲρ ῾Ιερουσαλὴμ
ἐν ἡμέραις ᾿Οζίου
βασιλέως ᾿Ιούδα καὶ ἐν
ἡμέραις ῾Ιεροβοὰμ τοῦ
᾿Ιωὰς βασιλέως ᾿Ισραήλ,
πρὸ δύο ἐτῶν τοῦ σεισμοῦ.
2 Καὶ
εἶπε· Κύριος ἐκ Σιὼν
ἐφθέγξατο καὶ ἐξ
῾Ιερουσαλὴμ ἔδωκε φωνὴν
αὐτοῦ, καὶ ἐπένθησαν αἱ
νομαὶ τῶν ποιμένων, καὶ
ἐξηράνθη ἡ κορυφὴ τοῦ
Καρμήλου. 3 Καὶ εἶπε
Κύριος· ἐπὶ ταῖς τρισὶν
ἀσεβείαις Δαμασκοῦ καὶ
ἐπὶ ταῖς τέσσαρσιν οὐκ
ἀποστραφήσομαι αὐτόν,
ἀνθ᾿ ὧν ἔπριζον πρίοσι
σιδηροῖς τὰς ἐν γαστρὶ
ἐχούσας τῶν ἐν Γαλαάδ· 4
καὶ ἀποστελῶ πῦρ εἰς τὸν
οἶκον ᾿Αζαήλ, καὶ
καταφάγεται τὰ θεμέλια υἱοῦ
῎Αδερ· 5 καὶ συντρίψω
μοχλοὺς Δαμασκοῦ καὶ
ἐξολοθρεύσω κατοικοῦντας ἐκ
πεδίου ῏Ων, καὶ κατακόψω
φυλὴν ἐξ ἀνδρῶν Χαρράν,
καὶ αἰχμαλωτευθήσεται λαὸς
Συρίας ἐπίκλητος, λέγει
Κύριος. 6 Τάδε λέγει
Κύριος· ἐπὶ ταῖς τρισὶν
ἀσεβείαις Γάζης καὶ ἐπὶ
ταῖς τέσσαρσιν οὐκ
ἀποστραφήσομαι αὐτούς,
ἕνεκεν τοῦ αἰχμαλωτεῦσαι
αὐτοὺς αἰχμαλωσίαν τοῦ
Σαλωμὼν τοῦ συγκλεῖσαι εἰς
τὴν ᾿Ιδουμαίαν. 7 καὶ
ἐξαποστελῶ πῦρ ἐπὶ τὰ
τείχη Γάζης, καὶ καταφάγεται
τὰ θεμέλια αὐτῆς· 8 καὶ
ἐξολοθρεύσω κατοικοῦντας ἐξ
᾿Αζώτου, καὶ ἐξαρθήσεται
φυλὴ ἐξ ᾿Ασκάλωνος, καὶ
ἐπάξω τὴν χεῖρά μου
ἐπὶ ᾿Ακκάρων, καὶ
ἀπολοῦνται οἱ κατάλοιποι
τῶν ἀλλοφύλων, λέγει Κύριος.
9 Τάδε λέγει Κύριος· ἐπὶ
ταῖς τρισὶν ἀσεβείαις Τύρου
καὶ ἐπὶ ταῖς τέσσαρσιν
οὐκ ἀποστραφήσομαι αὐτήν,
ἀνθ᾿ ὧν συνέκλεισαν
αἰχμαλωσίαν τοῦ Σαλωμὼν εἰς
τὴν ᾿Ιδουμαίαν καὶ οὐκ
ἐμνήσθησαν διαθήκης
ἀδελφῶν· 10 καὶ ἐξαποστελῶ
πῦρ ἐπὶ τὰ τείχη Τύρου,
καὶ καταφάγεται τὰ θεμέλια
αὐτῆς. 11 Τάδε λέγει
Κύριος· ἐπὶ ταῖς τρισὶν
ἀσεβείαις τῆς ᾿Ιδουμαίας
καὶ ἐπὶ ταῖς τέσσαρσιν
οὐκ ἀποστραφήσομαι αὐτούς,
ἕνεκα τοῦ διῶξαι αὐτοὺς
ἐν ρομφαίᾳ τὸν ἀδελφὸν
αὐτοῦ καὶ ἐλυμήνατο
μητέρα ἐπὶ γῆς καὶ
ἥρπασεν εἰς μαρτύριον φρίκην
αὐτοῦ καὶ τὸ ὅρμημα
αὐτοῦ ἐφύλαξεν εἰς νῖκος.
12 καὶ ἐξαποστελῶ πῦρ εἰς
Θαμάν, καὶ καταφάγεται θεμέλια
τειχέων αὐτῆς. 13 Τάδε
λέγει Κύριος· ἐπὶ ταῖς
τρισὶν ἀσεβείαις υἱῶν
᾿Αμμὼν καὶ ἐπὶ ταῖς
τέσσαρσιν οὐκ ἀποστραφήσομαι
αὐτόν, ἀνθ᾿ ὧν
ἀνέσχιζον τὰς ἐν γαστρὶ
ἐχούσας τῶν
Γαλααδιτῶν, ὅπως ἐμπλατύνωσι
τὰ ὅρια αὐτῶν· 14 καὶ
ἀνάψω πῦρ ἐπὶ τείχη
Ραββάθ, καὶ καταφάγεται
θεμέλια αὐτῆς μετὰ κραυγῆς
ἐν ἡμέρᾳ πολέμου, καὶ
σεισθήσεται ἐν ἡμέραις
συντελείας αὐτῆς· 15 καὶ
πορεύσονται οἱ βασιλεῖς
αὐτῆς ἐν αἰχμαλωσίᾳ,
οἱ ἱερεῖς αὐτῶν καὶ οἱ
ἄρχοντες αὐτῶ ἐπὶ τὸ
αὐτό, λέγει Κύριος. ΜΕΤΑΦΡΑΣΗ ΣΤΗΝ ΔΗΜΟΤΙΚΗ :
ΑΜΩΣ 1
Αμ.
1,1 Λόγοι Ἀμώς, οἳ
ἐγένοντο ἐν Ἀκκαρεὶμ ἐκ Θεκουέ, οὓς εἶδεν
ὑπὲρ Ἱερουσαλὴμ ἐν ἡμέραις Ὀζίου
βασιλέως Ἰούδα καὶ ἐν ἡμέραις Ἱεροβοὰμ τοῦ
Ἰωὰς βασιλέως Ἰσραήλ, πρὸ δύο ἐτῶν τοῦ
σεισμοῦ.
Αμ. 1,1 Λογοι και οράματα εκ
μέρους του Θεού που απεκαλύφθησαν εις την περιοχήν Ακκαρείμ προς τον Αμώς, ο
οποίος κατήγετο από την πόλιν Θεκουέ. Αυτά ανεφέροντο εις την Ιερουσαλήμ,
επραγματοποιήθησαν δε κατά την εποχήν του Οζιου, βασιλέως του Ιούδα, και του
Ιεροβοάμ υιού του Ιωάς, βασιλέως του Ισραήλ, δύο έτη πριν η γίνη ο σεισμός.
Αμ.
1,2 Καὶ εἶπε·
Κύριος ἐκ Σιὼν ἐφθέγξατο καὶ ἐξ Ἱερουσαλὴμ
ἔδωκε φωνὴν αὐτοῦ, καὶ ἐπένθησαν αἱ
νομαὶ τῶν ποιμένων, καὶ ἐξηράνθη ἡ κορυφὴ
τοῦ Καρμήλου.
Αμ. 1,2 Ο προφήτης Αμώς είπεν· “ο Κυριος· ωμίλησεν από
την Σιών, εξήλθεν η φωνή αυτού από την Ιερουσαλήμ, ένεκα δε τούτου εμαράνθησαν
οι βοσκότοποι των ποιμένων, εξηράνθη δε και η κορυφή του όρους. Καρμήλου”.
Αμ.1,3 Καὶ εἶπε Κύριος·
ἐπὶ ταῖς τρισὶν ἀσεβείαις Δαμασκοῦ καὶ
ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτόν,
ἀνθ᾿ ὧν ἔπριζον πρίοσι σιδηροῖς τὰς ἐν
γαστρὶ ἐχούσας τῶν ἐν Γαλαάδ·
Αμ. 1,3 Είπεν ο Κυριος· “δια τας τρεις ασεβείας της
Δαμασκού, και μάλιστα δια την τετάρτην, δεν θα ανακαλέσω την εναντίον αυτής
καταδικαστικήν απόφασίν μου, διότι οι κάτοικοι επριόνιζον με σιδηρά πριόνια τας
εγκύους γυναίκας της περιοχής Γαλαάδ.
Αμ.
1,4 καὶ ἀποστελῶ
πῦρ εἰς τὸν οἶκον Ἀζαήλ, καὶ καταφάγεται τὰ
θεμέλια υἱοῦ Ἄδερ·
Αμ. 1,4 Φωτιάν θα εξαποστείλω εναντίον του οίκου
Αζαήλ, η οποία θα καταφάγη εκ θεμελίων τον οίκον του υιού Αδερ.
Αμ.
1,5 καὶ συντρίψω μοχλοὺς
Δαμασκοῦ καὶ ἐξολοθρεύσω κατοικοῦντας ἐκ πεδίου Ὦν,
καὶ κατακόψω φυλὴν ἐξ ἀνδρῶν Χαῤῥάν,
καὶ αἰχμαλωτευθήσεται λαὸς Συρίας ἐπίκλητος, λέγει
Κύριος. -
Αμ. 1,5 Θα συντρίψω τους μοχλούς της Δαμασκού και θα
εξολοθρεύσω αυτούς, οι οποίοι κατοικούν εις την πεδιάδα Ων, θα κατακόψω και θα
εξαφανίσω την φυλήν, που συγκροτείται από τους άνδρας της Χαρράν, και ο
ονομαστός δια τα κατορθώματά του λαός της Συρίας θα οδηγηθή αιχμάλωτος”. Αυτά
λέγει ο Κυριος.
Αμ.
1,6 Τάδε λέγει Κύριος· ἐπὶ
ταῖς τρισὶν ἀσεβείαις Γάζης καὶ ἐπὶ ταῖς
τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτούς, ἕνεκεν τοῦ αἰχμαλωτεῦσαι
αὐτοὺς αἰχμαλωσίαν τοῦ Σαλωμὼν τοῦ συγκλεῖσαι
εἰς τὴν Ἰδουμαίαν.
Αμ. 1,6 Αυτά ακόμη λέγει ο Κυριος· “δια τας τρεις
ασεβείας της Γαζης, και μάλιστα δια την τετάρτην, δεν θα ανακαλέσω την εναντίον
των κατοίκων της καταδικαστικήν απόφασίν μου. Διότι αυτοί έσυραν εις
αιχιμαλωσίαν άνδρας του Σολομώντος, βασιλέως της Ιουδαίας, και τους παρέδωκαν
δούλους εις την Ιδουμαίαν.
Αμ.
1,7 καὶ ἐξαποστελῶ
πῦρ ἐπὶ τὰ τείχη Γάζης, καὶ καταφάγεται τὰ
θεμέλια αὐτῆς·
Αμ. 1,7 Θα αποστείλω, λοιπόν, φωτιάν εις τα τείχη της
Γαζης, η οποία φωτιά θα καταφάγη την πόλιν μέχρι θεμελίων.
Αμ.
1,8 καὶ ἐξολοθρεύσω
κατοικοῦντας ἐξ Ἀζώτου, καὶ ἐξαρθήσεται φυλὴ
ἐξ Ἀσκάλωνος, καὶ ἐπάξω τὴν χεῖρά μου ἐπὶ
Ἀκκάρων, καὶ ἀπολοῦνται οἱ κατάλοιποι τῶν ἀλλοφύλων,
λέγει Κύριος. -
Αμ. 1,8 Θα εξολοθρεύσω τους κατοίκους της Αζώτου, θα
ξεπαστρευθή η φυλή της Ασκάλωνος, θα επιφέρω τιμωρόν την χείρα μου εναντίον της
Ακκαρών και θα εξολοθρευθούν οι υπόλοιποι εκ των Φιλισταίων”, λέγει ο Κυριος.
Αμ.
1,9 Τάδε λέγει Κύριος· ἐπὶ
ταῖς τρισὶν ἀσεβείαις Τύρου καὶ ἐπὶ ταῖς
τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτήν, ἀνθ᾿ ὧν
συνέκλεισαν αἰχμαλωσίαν τοῦ Σαλωμὼν εἰς τὴν Ἰδουμαίαν
καὶ οὐκ ἐμνήσθησαν διαθήκης ἀδελφῶν·
Αμ. 1,9 Αυτά λέγει ο Κυριος· “δια τας τρεις ασεβείας
της Τυρου, και ιδιαιτέρως δια την τετάρτην, δεν θα αποσύρω την εναντίον αυτής
καταδικαστικήν απόφασίν μου, διότι αυτοί συνέλαβον αιχμαλώτους από το βασίλειον
του Σολομώντος εις την Ιδουμαίαν και δεν ενεθυμήθησαν την συνθήκην φιλίας, την
οποίαν είχαν κάμει μεταξύ των Ιουδαίων ως αδελφών των.
Αμ.
1,10 καὶ ἐξαποστελῶ
πῦρ ἐπὶ τὰ τείχη Τύρου, καὶ καταφάγεται τὰ
θεμέλια αὐτῆς. -
Αμ. 1,10 Θα εξαποστείλω φωτιάν εις τα τείχη της Τυρου, η
οποία και θα καταφάγη εκ θεμελίων αυτήν”.
Αμ.
1,11 Τάδε λέγει Κύριος· ἐπὶ
ταῖς τρισὶν ἀσεβείαις τῆς Ἰδουμαίας καὶ ἐπὶ
ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτούς, ἕνεκα
τοῦ διῶξαι αὐτοὺς ἐν ῥομφαίᾳ τὸν
ἀδελφὸν αὐτοῦ καὶ ἐλυμήνατο μητέρα ἐπὶ
γῆς καὶ ἥρπασεν εἰς μαρτύριον φρίκην αὐτοῦ
καὶ τὸ ὅρμημα αὐτοῦ ἐφύλαξεν εἰς νῖκος.
Αμ. 1,11 Αυτά λέγει ο Κυριος· “δια τας τρεις ασεβείας
της Ιδουμαίας, και μάλιστα την τετάρτην, δεν θα ανακαλέσω την εναντίον των
Ιδουμαίων καταδικαστικήν απόφασίν μου, διότι αυτοί κατεδίωξαν με φονικήν
ρομφαίαν τους αδελφούς των Ιουδαίους. Ελήστευσαν και ήχμαλώτισαν μητέρας της
χώρας αυτής και επεδόθησαν εις τόσον φοβεράς αρπαγάς, ώστε αυταί να
καταμαρτυρούν τα φρικτά των εγκλήματα. Εκράτησαν δε την εναντίον των αδελφών
των φονικήν ορμήν μέχρι της τελικής των, όπως ήλπιζαν, νίκης εναντίον των.
Αμ.
1,12 καὶ ἐξαποστελῶ
πῦρ εἰς Θαμάν, καὶ καταφάγεται θεμέλια τειχέων αὐτῆς.
Αμ. 1,12 Δια τούτο θα εξαποστείλω φωτιάν εναντίον της
πόλεώς των Θαμάν, η οποία και θα καταφάγη εκ θεμελίων τα τείχη της”.
Αμ.
1,13 Τάδε λέγει Κύριος· ἐπὶ
ταῖς τρισὶν ἀσεβείαις υἱῶν Ἀμμὼν καὶ
ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτόν,
ἀνθ᾿ ὧν ἀνέσχιζον τὰς ἐν γαστρὶ ἐχούσας
τῶν Γαλααδιτῶν, ὅπως ἐμπλατύνωσι τὰ ὅρια αὐτῶν·
Αμ. 1,13 Αυτά λέγει ο Κυριος· “δια τας τρεις ασεβείας
των Αμμωνιτών, ιδιαιτέρως όμως δια την τετάρτην, δεν θα ανακαλέσω την
καταδικαστικήν εναντίον των απόφασίν μου, διότι έσχιζαν τας κοιλίας των εγγύων
γυναικών της περιοχής Γαλαάδ, δια να αυξήσουν ετσι τα όρια της χώρας των.
Αμ.
1,14 καὶ ἀνάψω πῦρ
ἐπὶ τείχη Ῥαββάθ, καὶ καταφάγεται θεμέλια αὐτῆς
μετὰ κραυγῆς ἐν ἡμέρᾳ πολέμου, καὶ
σεισθήσεται ἐν ἡμέραις συντελείας αὐτῆς·
Αμ. 1,14 Θα ανάψω φωτιάν εις τα τείχη της Ραββάθ, η οποία
και θα καταφάγη εκ θεμελίων αυτήν, καθ' ον χρόνον θα ακούωνται αι πολεμικαί
κραυγαί των εχθρών των. Φοβερός σεισμός θα συγκλονίση την χώραν και κατά την
ημέραν εκείνην θα την συντρίψη μέχρι πλήρους καταστροφής της.
Αμ.
1,15 καὶ πορεύσονται οἱ
βασιλεῖς αὐτῆς ἐν αἰχμαλωσίᾳ, οἱ ἱερεῖς
αὐτῶν καὶ οἱ ἄρχοντες αὐτῶν ἐπὶ
τὸ αὐτό, λέγει Κύριος.
Αμ. 1,15 Οι δε βασιλείς της θα μεταβούν αιχμάλωτοι, μαζή
δέ με αυτούς οι ιερείς των και οι άρχοντές των”, λέγει ο Κυριος.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου