Ὁ Ἱερεύς·Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε· νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.Δόξα σοι Χριστέ, ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι. Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών, καὶ τὰ πάντα πληρῶν, ὁ θησαυρὸς τῶν ἀγαθῶν, καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν, καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος, καὶ σῶσον, Ἀγαθέ, τὰς ψυχὰς ἡμῶν. Ὁ Ἀναγνώστης· Ἀμήν.Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (ἐκ γ´)Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου. Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα. Καὶ νῦν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία
σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον
ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν,
ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς
πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.Ὁ Ἱερεύς· Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ὁ Ἀναγνώστης· Ἀμήν. Κύριε, ἐλέησον (ιβ´).
Δόξα. Καὶ νῦν.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ Βασιλεῖ ἡμῶν Θεῷ.Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ Βασιλεῖ ἡμῶν Θεῷ. Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, Χριστῷ τῷ Βασιλεῖ καὶ Θεῷ ἡμῶν. Μετανοίας (γ´) καὶ εὐθὺς τοὺς Ψαλμούς. Ψαλμὸς ν´.Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα. Ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.Ψαλμὸς ξθ´.Ὁ Θεός, εἰς τὴν βοήθειάν μου πρόσχες· Κύριε, εἰς τὸ βοηθῆσαί μοι σπεῦσον. Αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν οἱ ζητοῦντες τὴν ψυχήν μου· ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω, καὶ καταισχυνθήτωσαν οἱ βουλόμενοί μου κακά. Ἀποστραφήτωσαν παραυτίκα αἰσχυνόμενοι οἱ λέγοντές μοι εὖγε, εὖγε! Ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦντές σε, ὁ Θεός, καὶ λεγέτωσαν διαπαντός· Μεγαλυνθήτω ὁ Κύριος, οἱ ἀγαπῶντες τὸ σωτήριόν σου. Ἐγὼ δὲ πτωχός εἰμι καὶ πένης· ὁ Θεός, βοήθησόν μοι· βοηθός μου καὶ ῥύστης μου εἶ σύ, Κύριε· μὴ χρονίσῃς.Ψαλμὸς ρμβ´.Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου. Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου· ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ᾿ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου· ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ· ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου· καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.Δοξολογία.Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ· Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. Κύριε, ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρὸς καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός· Ἀμήν. Καθ᾿ ἑκάστην ἑσπέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με· ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς· ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Καταξίωσον, Κύριε, ἐν τῇ νυκτὶ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας· Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ᾿ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα· συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε· φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα· τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.Τὸ Σύμβολον τῆς Πίστεως.Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα, παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων. Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων· φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι᾿ οὗ τὰ πάντα ἐγένετο. Τὸν δι᾿ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ ἐνανθρωπήσαντα. Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου καὶ παθόντα, καὶ ταφέντα. Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς Γραφάς. Καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός. Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος. Καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, τὸ κύριον, τὸ ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν προφητῶν. Εἰς μίαν, ἁγίαν, καθολικὴν καὶ ἀποστολικὴν Ἐκκλησίαν. Ὁμολογῶ ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν. Προσδοκῶ ἀνάστασιν νεκρῶν. Καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν.Θεοτοκίον.Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν. |
Α´
ΤΗΝ ΠΑΡΑΣΚΕΥΗ
|
Εἶτα ἄρχονται οἱ Χοροὶ ψάλλοντες τὸν Κανόνα τῆς Θεοτόκου, οὗ ἡ ἀκροστιχίς·
|
Ἔπειτα ψάλλεται ὁ Κανόνας τῆς Θεοτόκου·Ο ΚΑΝΟΝΑΣᾨδὴ 1η.Θ᾿ ἀνοίξω τὸ στόμα μου καὶ θὰ γεμίσει ἀπ᾿ τὴ Χάρη τοῦ Ἁγίου Πνεύματος, καὶ λόγο ἐγκωμιαστικὸ θὰ ἀπευθύνω στὴ βασίλισσα Μητέρα (τοῦ Χριστοῦ)· καὶ θὰ φανῶ ὅτι πανηγυρίζω γεμάτος ἀπὸ χαρά, καὶ θὰ ἀνυμνήσω γεμάτος ἀπὸ ἀγαλλίαση τὰ θαυμάσια μεγαλεῖα της (2 φορές).Ὑπεραγία Θεοτόκε, σῶσε μας (τὸ ἴδιο ἐπαναλαμβάνεται μετὰ ἀπὸ κάθε τροπάριο). Ἁγνὴ Θεοτόκε, βλέποντας ὁ μεγάλος Ἀρχάγγελος (ὁ Γαβριὴλ) ὅτι εἶσαι τὸ ζωντανὸ βιβλίο τοῦ Χριστοῦ ποὺ σφραγίστηκε ἀπὸ τὸ Ἅγιο Πνεῦμα, σὲ ἐπευφημοῦσε καὶ ἔλεγε· Χαῖρε δοχεῖο τῆς χαρᾶς διὰ τοῦ ὁποίου θὰ σβήσει ἡ κατάρα ποὺ δέχτηκε ἡ προμήτορά μας (ἡ Εὔα). Παρθένε, νύφη τοῦ Θεοῦ, χαῖρε Ἐσὺ ποὺ ἀνόρθωσες (ἀπὸ τὴν πτώση του) τὸν Ἀδὰμ καὶ νέκρωσες τὸν Ἅδη. Χαῖρε Πάναγνη, Ἐσὺ ποὺ ἔγινες τὸ παλάτι στὸ ὁποῖο κατοίκησε (μὲ τὴν κυοφορία του) ὁ μοναδικὸς Βασιλιάς μας· χαῖρε Ἐσὺ ποὺ εἶσαι ὁ πύρινος θρόνος στὸν ὁποῖο κάθισε ὁ Παντοκράτορας (Χριστὸς).
Δόξα στὸν Πατέρα...
Χαῖρε (Θεοτόκε) Σὺ ποὺ βλάστησες τὸ τριαντάφυλλο ποὺ δὲ μαραίνεται
ποτὲ (τὸν Χριστό)· χαῖρε ἐσὺ ποὺ γέννησες τὸ μῆλο ποὺ μοσκοβολᾶ· ἡ εὐωδία
τοῦ Βασιλιᾶ τῶν ὅλων· χαῖρε ἐσὺ ποὺ ἔγινες μητέρα χωρὶς νὰ γνωρίσεις
γάμο, ποὺ εἶσαι ἡ σωτηρία τοῦ κόσμου.
Καὶ τώρα...
Θησαυρὲ τῆς ἁγνείας, χαῖρε· μ᾿ ἐσένα σηκωθήκαμε ἀπὸ τὴν πτώση μας.
Χαῖρε Δέσποινα, εὐωδιαστὲ κρίνε, ποὺ εὐωδιάζεις τοὺς πιστούς· (χαῖρε)
θυμίαμα εὐωδιαστό, μύρο πολύτιμο.ᾨδὴ 3η.Θεοτόκε, Ἐσὺ ποὺ εἶσαι ἡ ζωντανὴ καὶ ἀστείρευτη πηγή, στερέωσε ἐκείνους ποὺ σὲ ὑμνολογοῦν ἔχοντας συγκροτήσει θίασο πνευματικό· καὶ ἀξίωσέ τους νὰ λάβουν ἔνδοξα στεφάνια ὅταν θὰ ἔλθουν στὴ δική σου οὐράνια δόξα (2 φορές).Χαῖρε ἐσὺ ποὺ βλάστησες τὸ θεῖο στάχυ (τὸν Χριστό) σὰν χωράφι ποὺ δὲν καλλιεργήθηκε ποτέ. Χαῖρε Δέσποινα, ποὺ εἶσαι τὸ ἔμψυχο τραπέζι στὸ ὁποῖο χώρεσε ὁ Ἄρτος τῆς ζωῆς· χαῖρε πηγὴ ἀστείρευτη, ἀπ᾿ τὴν ὁποία ἀναβλύζει τὸ νερὸ τῆς ζωῆς. Χαῖρε δάμαλη (μικρὴ ἀγελάδα, μτφ. ἡ παρθένος κόρη) ποὺ γέννησες τὸ μόσχο τὸν καθαρὸ καὶ ἀψεγάδιαστο· χαῖρε ἀμνάδα (μικρὴ προβατίνα) ποὺ κύησες τὸν Ἀμνὸ τοῦ Θεοῦ, ποὺ σηκώνει τὶς ἁμαρτίες ὅλου τοῦ κόσμου· χαῖρε ἐσὺ ποὺ προσφέρθηκες μὲ προθυμία γιὰ τὴν ἐξιλέωσή μας.
Δόξα στὸν Πατέρα...
Χαῖρε φωτεινὴ αὐγή, ἡ ὁποία μόνη ἀνέτειλες τὸν ἥλιο (τῆς δικαιοσύνης)
τὸν Χριστὸ καὶ ἀναδείχθηκες κατοικητήριο τοῦ (νοητοῦ) Φωτός. Χαῖρε ἐσὺ
ποὺ διέλυσες τὸ (πνευματικό) σκοτάδι καὶ ἐκμηδένισες ὁλοτελῶς τοὺς σκοτεινοὺς
δαίμονες.
Καὶ τώρα...
Χαῖρε πύλη ἀπ᾿ τὴν ὁποία πέρασε μονάχα ὁ Λόγος τοῦ Θεοῦ· ἐσὺ Δέσποινα,
ἡ ὁποία διὰ τοῦ Τόκου σου (τοῦ Χριστοῦ) συνέτριψες τὶς κλειδαριὲς καὶ
τὶς πύλες τοῦ θανάτου. Χαῖρε πανύμνητε, ἡ θεία εἴσοδος ἀπ᾿ τὴν ὁποία
περνοῦν ὅλοι ὅσοι σώζονται.ᾨδὴ 4η.Αὐτὸς ποὺ κάθεται στὸν ἔνδοξο θρόνο τῆς Θεότητος, ἦλθε (στὸν κόσμο) μέσα σ᾿ ἐλαφρὺ σύννεφο (τὴν Παναγία), ὁ Ἰησοῦς ὁ ὕψιστος Θεός, ὁ Ὁποῖος μὲ τὴ δύναμη τῆς ἀμόλυντης παλάμης Του ἔσωσε (ἀπὸ τὴν ἁμαρτία καὶ τὸ θάνατο) αὐτοὺς ποὺ κραυγάζουν· δόξα Χριστέ, στὴ θεία σου δύναμη.Μὲ ἄσματα (ὕμνους) ποὺ βγαίνουν ἀπὸ τὴν πίστη μας, σοῦ φωνάζουμε Πανύμνητε· χαῖρε ἐσὺ ποὺ μὲ τὴ χάρη τοῦ Ἁγίου Πνεύματος ἔγινες εὔφορο βουνό· χαῖρε ἑπτάφωτη λυχνία, στάμνα ποὺ φέρεις μέσα σου τὸ μάννα (τὸν Χριστό) ποὺ γλυκαίνει τὰ πνευματικὰ αἰσθητήρια τῶν εὐσεβῶν. Χαῖρε ἄχραντε Δέσποινα, ποὺ εἶσαι τὸ ἱλαστήριο τοῦ κόσμου (τὸ μέσο διὰ τοῦ ὁποίου ἐξιλεωθήκαμε)· χαῖρε κλίμακα (σκάλα) ποὺ μὲ τὴ χάρη σου μᾶς ἀνύψωσες ὅλους ἀπὸ τὴ γῆ στὸν οὐρανό· χαῖρε ἡ γέφυρα ποὺ πραγματικὰ περνᾶς ἀπὸ τὸ θάνατο στὴ ζωὴ ὅλους ὅσοι σὲ ἀνυμνοῦν. Ἐσὺ ποὺ εἶσαι ὑψηλότερη ἀπ᾿ τοὺς οὐρανούς, χαῖρε Ἄχραντε, ποὺ στὴν κοιλιά σου βάσταξες χωρὶς κόπο τὸ θεμέλιο τῆς γῆς (τὸν Χριστό). Χαῖρε κογχύλι ποὺ μὲ τὸ αἷμα σου ἔβαψες τὴ θεία πορφύρα (τὸ ἔνδυμα, δηλ. τὴν ἀνθρώπινη σάρκα) ποὺ φόρεσε ὁ Βασιλιὰς τῶν δυνάμεων.
Δόξα στὸν Πατέρα...
Χαῖρε Δέσποινα, ἐσὺ ποὺ γέννησες πραγματικὰ τὸ Νομοθέτη (Χριστό),
ὁ ὁποῖος ἐξαλείφει χωρὶς κανένα ἀντάλλαγμα τὶς ἁμαρτίες ὅλων μας· (χαῖρε)
τὸ βάθος ποὺ ἀνθρώπινο μυαλὸ δὲν μπορεῖ νὰ κατανοήσει καὶ τὸ ὕψος ποὺ
μὲ λόγια δὲν μπορεῖ νὰ περιγραφεῖ· ἐσὺ ποὺ ἔγινες ἡ αἰτία τῆς δικῆς
μας θέωσης.
Καὶ τώρα...
Ἀνυμνοῦμε ἐσένα ποὺ ἔπλεξες γιὰ τὸν κόσμο στεφάνι χωρὶς νὰ χρησιμοποιηθοῦν
χέρια ἀνθρώπινα· σοῦ ἀπευθύνουμε τὸ χαῖρε, Παρθένε, ποὺ εἶσαι τὸ ἀκλόνητο
ὀχυρό μας, τὸ χαράκωμα καὶ τὸ στήριγμα καὶ τὸ ἱερὸ καταφύγιο.ᾨδὴ 5η.Ὅλος ὁ κόσμος ἐξεπλάγη μὲ τὴ θεία δόξα σου· γιατὶ ἐσὺ Παρθένε ἂν καὶ δὲ γνώρισες γάμο, ἀξιώθηκες νὰ κρατήσεις στὴ μήτρα σου τὸ Θεὸ ποὺ ἐξουσιάζει ὅλα τὰ κτίσματα, καὶ γέννησες τὸν ἄχρονο Υἱὸ καὶ Λόγο τοῦ Θεοῦ, ὁ Ὁποῖος χαρίζει τὴ σωτηρία σὰν βραβεῖο σ᾿ ὅσους σὲ ἀνυμνοῦν.Χαῖρε Πανάχραντε, ἐσὺ ποὺ κυοφόρησες τὴν Ὁδὸ (τὸν Χριστό), ποὺ ὁδηγεῖ στὴ ζωὴ καὶ ἔσωσες τὸν κόσμο ἀπὸ τὸν κατακλυσμὸ τῆς ἁμαρτίας. Χαῖρε νύφη τοῦ Θεοῦ, ποὺ εἶσαι λάλημα καὶ ἄκουσμα ποὺ προκαλεῖ δέος· χαῖρε κατοικία τοῦ Δεσπότη τῆς κτίσεως. Χαῖρε Ἄχραντε, ποὺ εἶσαι ἡ ἰσχὺς καὶ τὸ ὀχύρωμα τῶν ἀνθρώπων, τόπος ἅγιος τῆς δόξας τοῦ Θεοῦ· νέκρωση τοῦ θανάτου, ὁλόφωτο νυφικὸ δωμάτιο· χαῖρε ἡ χαρὰ τῶν Ἀγγέλων· χαῖρε ἡ βοήθεια ἐκείνων ποὺ μὲ πίστη σὲ ἐπικαλοῦνται. Χαῖρε Δέσποινα, ἐσὺ ποὺ χρημάτισες πύρινο ἅρμα τοῦ Λόγου, ποὺ ἔγινες ἔμψυχος Παράδεισος ὅπου στὸ μέσο του ἔχει τὸ ξύλο τῆς ζωῆς, τὸν Κύριο, τοῦ Ὁποίου ἡ γλυκύτητα ζωοποιεῖ αὐτοὺς ποὺ μὲ πίστη τὸν γεύονται καὶ οἱ ὁποῖοι προηγουμένως εἶχαν ὑποκύψει στὴ φθορά.
Δόξα στὸν Πατέρα...
Παίρνοντας δύναμη ἀπὸ τὴν δική σου δύναμη, σοῦ φωνάζουμε μὲ πίστη·
χαῖρε ἡ πόλη τοῦ Βασιλιᾶ τῶν ὅλων, γιὰ τὴν ὁποία πολλὰ εἰπώθηκαν δοξασμένα
καὶ ἀξιάκουστα. Χαῖρε ὄρος ποὺ δὲ λατομήθηκε ποτέ, χαῖρε βάθος μυστηρίου
ἀμέτρητο.
Καὶ τώρα...
Χαῖρε Ἄχραντε, ἐσὺ ποὺ χρημάτισες ἡ εὐρύχωρη κατοικία τοῦ Θεοῦ Λόγου·
χαῖρε πανθαύμαστε, ἐσὺ ποὺ εἶσαι τὸ ὄστρακο ἀπ᾿ τὸ ὁποῖο προῆλθε τὸ
θεῖο μαργαριτάρι. Θεοτόκε, ἐσὺ συμφιλιώνεις μὲ τὸ Θεὸ ὅλους αὐτοὺς ποὺ
ἀδιάκοπα μὲ ὕμνους σὲ ἐγκωμιάζουν.ᾨδὴ 6η.Τὴν θεία αὐτὴ καὶ ἰδιαίτερα ἄξια τιμῆς ἑορτὴ τῆς Θεομήτορος τελοῦντες οἱ θεόφρονες, ἐλᾶτε νὰ κτυπήσουμε τὰ χέρια ἀπὸ χαρά, δοξάζοντας τὸ Θεὸ ποὺ γεννήθηκε ἀπ᾿ αὐτήν.Χαῖρε Πανάχραντε, γιατὶ ἀναδείχτηκες τὸ ἀμόλυντο νυφικὸ δωμάτιο τοῦ Θεοῦ Λόγου καὶ ἔγινες ἡ αἰτία τῆς θέωσης ὅλων μας, τὸ κήρυγμα τῶν Προφητῶν καὶ τὸ σεμνὸ στολίδι τῶν Ἀποστόλων. Ἀπὸ σένα ἔσταξε ἡ δροσιὰ (ὁ Χριστὸς), ἡ ὁποία ἔσβησε τὴ φλόγα τῆς πολυθεΐας καὶ εἰδωλολατρίας· γιὰ τοῦτο καὶ σοῦ φωνάζουμε δυνατά· χαῖρε, Παρθένε, ἐσὺ ποὺ εἶσαι ὁ πόκος (τὸ μαλλὶ) τὸν ὁποῖο μὲ θαῦμα προεῖδε ὁ Γεδεών.
Δόξα στὸν Πατέρα...
Νά, σὲ σένα (Παναγία μας) φωνάζουμε δυνατὰ τὸ χαῖρε· γίνε λιμάνι
σὲ μᾶς ποὺ ταξιδεύουμε στὴ θάλασσα τῆς ζωῆς καὶ ὁρμητήριο στὸ πέλαγος
τῶν θλίψεων καὶ ὅλων τῶν παγίδων τοῦ ἐχθροῦ μας (τοῦ διαβόλου).
Καὶ τώρα...
Ἐσὺ ποὺ εἶσαι αἰτία χαρᾶς, γέμισε μὲ τὴ χάρη σου τὴ σκέψη μας γιὰ
νὰ σοῦ φωνάζουμε δυνατά· χαῖρε ἄφλεκτη βάτος, καὶ ὁλόφωτη νεφέλη, ποὺ
ἀδιάκοπα ἐπισκιάζεις τοὺς πιστούς.ᾨδὴ 7η.Οἱ θεόφρονες (Τρεῖς Παῖδες στὴ Βαβυλώνα) δὲ θέλησαν νὰ λατρεύσουν τὰ κτίσματα, ἀλλὰ λάτρευσαν μονάχα τὸν Κτίστη. Καὶ ἀφοῦ ἀψήφισαν μὲ ἀνδρεία τὴν ἀπειλὴ τῆς φωτιᾶς, μὲ χαρὰ ἔψαλαν· Ὑπερύμνητε Θεὲ καὶ Κύριε τῶν Πατέρων μας εἶσαι εὐλογημένος.Σὲ ἀνυμνοῦμε καὶ σοῦ φωνάζουμε δυνατά· χαῖρε τὸ ὄχημα τοῦ νοητοῦ Ἡλίου (τοῦ Χριστοῦ)· ἀληθινὴ ἄμπελος (κληματαριὰ), ἡ ὁποία καρποφόρησες τὸ ὥριμο σταφύλι ποὺ ἀποστάζει κρασὶ (τὴ ζωὴ) καὶ εὐφραίνει τὶς ψυχὲς ἐκείνων ποὺ μὲ πίστη σὲ δοξάζουν. Χαῖρε νύφη τοῦ Θεοῦ, ἐσὺ ποὺ γέννησες τὸν Ἰατρὸ τῶν ἀνθρώπων· ποὺ εἶσαι ἡ μυστικὴ ράβδος, ἀπὸ τὴν ὁποία βλάστησε τὸ ἀμάραντο λουλούδι (ὁ Χριστὸς)· χαῖρε, Δέσποινα, μ᾿ ἐσένα γεμίζουμε ἀπὸ χαρὰ καὶ κληρονομοῦμε τὴν αἰώνια ζωή. Δέσποινα, καὶ ἡ πιὸ ρητορικὴ γλώσσα δὲν μπορεῖ ἐπάξια νὰ σὲ ὑμνολογήσει· διότι, μὲ τὸ νὰ γεννήσεις τὸν βασιλέα Χριστό, ὑψώθηκες πιὸ πάνω κι ἀπὸ τὰ Σεραφείμ. Αὐτὸν ἱκέτευε νὰ σώσει τώρα ἀπὸ κάθε βλάβη αὐτοὺς ποὺ μὲ πίστη σὲ προσκυνοῦν.
Δόξα στὸν Πατέρα...
Σὲ εὐφημεῖ καὶ σὲ ἐγκωμιάζει ὅλος ὁ κόσμος ἀναφωνώντας σου· χαῖρε
Ἁγνή, ἐσὺ εἶσαι τὸ βιβλίο, στὸ ὁποῖο μὲ τὸ δάκτυλο (τὴν Χάρη τοῦ Ἁγίου
Πνεύματος) καταγράφηκε ὁ Λόγος τοῦ Θεοῦ Πατρός. Αὐτὸν ἱκέτευε Θεοτόκε,
νὰ καταγράψει στὸ βιβλίο τῆς ζωῆς κι ἐμᾶς τοὺς δούλους σου.
Καὶ τώρα...
Σὲ ἱκετεύουμε οἱ δοῦλοι σου καὶ κλίνουμε μπροστά σου τὰ γόνατα τῆς
καρδιᾶς μας. Ἄκουσε μὲ προσοχὴ (τὴν ἱκεσία μας) Ἁγνὴ καὶ σῶσε ὅλους
ἐμᾶς ποὺ βυθιζόμαστε στὶς θλίψεις· καὶ προφύλαξε ἀπὸ κάθε ἅλωση ἐχθρικὴ
τὴν Πόλη σου (ἀλλὰ καὶ κάθε πόλη) Θεοτόκε.ᾨδὴ 8η.Τοὺς εὐσεβεῖς Παῖδες στὸ καμίνι ὁ τόκος τῆς Θεοτόκου (ὁ Χριστὸς) διέσωσε (ἀπὸ τὶς φλόγες). Καὶ τότε μὲν σὰν προτύπωση, τώρα δὲ ἐνεργώντας φανερὰ σώζει τὴν οἰκουμένη, τὴν ὁποία καὶ συναθροίζει καὶ τὴν κάνει νὰ ψάλει· Ὑμνεῖτε τὸν Κύριο ὅλα τὰ δημιουργήματα καὶ ὑπερυψώνετέ Τον σ᾿ ὅλους τοὺς αἰῶνες.Στὰ σπλάγχνα σου, Ἁγνή, δέχτηκες τὸν Λόγο τοῦ Θεοῦ καὶ βάσταξες Αὐτὸν ποὺ βαστάζει τὰ πάντα. Ἔθρεψες μὲ τὸ γάλα σου Αὐτὸν ποὺ μ᾿ ἕνα νεῦμα Του τρέφει ὁλόκληρη τὴν οἰκουμένη, πρὸς τὸν Ὁποῖο ψάλλουμε· Ὑμνεῖτε τὸν Κύριο ὅλα τὰ δημιουργήματα καὶ ὑπερυψώνετέ Τον σ᾿ ὅλους τοὺς αἰῶνες. Ὁ Μωυσῆς ἀντιλήφθηκε μπροστὰ στὴ φλεγόμενη βάτο τὸ μεγάλο μυστήριο τοῦ τόκου σου. Καὶ οἱ (Τρεῖς) Παῖδες προεικόνισαν τὸ μυστήριο αὐτό, βρισκόμενοι στὸ μέσο τῆς φωτιᾶς τῆς καμίνου καὶ μὴ καιόμενοι, πανάχραντε ἁγία Παρθένε. Γι᾿ αὐτὸ σὲ ὑμνοῦμε σὲ ὅλους τοὺς αἰῶνες. Ἐμεῖς ποὺ πρὶν γυμνωθήκαμε ἐξαιτίας τῆς ἀπάτης τοῦ διαβόλου, τώρα μὲ τὴν κυοφορία σου, ντυθήκαμε τὴν στολὴ τῆς ἀφθαρσίας. Καὶ ὅσοι καθόμασταν στὸ σκοτάδι τῶν παραπτωμάτων μας, εἴδαμε τὸ φῶς τοῦ Θεοῦ, Κόρη, ποὺ ἔγινες κατοικητήριο τοῦ φωτός. Γι᾿ αὐτὸ σὲ ὑμνοῦμε σὲ ὅλους τοὺς αἰῶνες.
Δόξα στὸν Πατέρα...
Οἱ νεκροὶ ψυχικὰ ἄνθρωποι παίρνουν καὶ πάλι μὲ τὴ μεσιτεία σου ζωή,
γιατὶ γέννησες τὴν πραγματικὴ Ζωή, ποὺ εἶναι Πρόσωπο (τὸν Χριστό). Κι
ἐκεῖνοι ποὺ πρὶν ἔχασαν (μὲ τὴν ἁμαρτία) τὴ λαλιά τους, γίνονται ὁμιλητικότατοι.
Οἱ λεπροὶ καθαρίζονται, οἱ ἀρρώστιες διαλύονται, τὰ πλήθη τῶν ἐναερίων
πνευμάτων (τῶν δαιμόνων) νικοῦνται. Κι ὅλα αὐτὰ γίνονται μὲ σένα Παρθένε,
ποὺ εἶσαι ἡ σωτηρία τῶν θνητῶν ἀνθρώπων.
Καὶ τώρα...
Χαῖρε, ἐσὺ ἡ εὐλογημένη σὲ ὅλα, ποὺ γέννησες τὴ σωτηρία τοῦ κόσμου
(τὸν Χριστό)· διὰ σοῦ ἀνεβήκαμε ἀπὸ τὴ γῆ στὰ οὐράνια. Ἐσὺ εἶσαι Ἁγνὴ
ἡ σκέπη καὶ τὸ στερέωμα, τὸ τεῖχος καὶ τὸ φρούριο ὅλων ὅσοι ψάλλουν·
Ὑμνεῖτε τὸν Κύριο ὅλα τὰ δημιουργήματα καὶ ὑπερυψώνετέ Τον σὲ ὅλους
τοὺς αἰῶνες.ᾨδὴ 9η.Κάθε θνητὸς ἂς σκιρτήσει ἀπὸ ἐνθουσιασμὸ κι ἂς φωτιστεῖ σὰν λαμπάδα τὸ πνεῦμα του· ἂς πανηγυρίσει καὶ ἡ νοερὴ φύση τῶν ἄυλων πνευματικῶν Δυνάμεων, ἀνυμνώντας τὴν ἱερὴ πανήγυρη τῆς μητέρας τοῦ Θεοῦ, καὶ ἂς φωνάξει δυνατά· χαῖρε Θεοτόκε, σὺ ποὺ εἶσαι ἄξια κάθε μακαρισμοῦ, ἁγνή, ἀειπάρθενε.Γιὰ νὰ μποροῦμε ἐμεῖς οἱ πιστοί, ποὺ γίναμε μ᾿ Ἐσένα μέτοχοι τῆς αἰώνιας χαρᾶς, νὰ σοῦ φωνάζουμε δυνατὰ τὸ χαῖρε, σῶσε μας, Κόρη, ἀπὸ κάθε πειρασμό, ἀπὸ βαρβαρικὴ ἐπιδρομὴ καὶ ἀπὸ κάθε ἄλλη συμφορὰ ποὺ ἔρχεται (σὲ μᾶς) τοὺς ἁμαρτωλοὺς θνητοὺς ἐξαιτίας τῶν πολλῶν (μας) παραπτωμάτων. Φάνηκες σὲ μᾶς φωτισμὸς καὶ στερέωσή μας· γι᾿ αὐτὸ σοῦ φωνάζουμε δυνατά· χαῖρε ἄστρο ποὺ δὲν δύεις ποτὲ καὶ φέρνεις στὸν κόσμο τὸν μεγάλο Ἥλιο. Χαῖρε Ἁγνή, ἐσὺ ποὺ ἄνοιξες τὴν κλεισμένη Ἐδὲμ (τὸν παράδεισο)· χαῖρε σὺ πύρινη στήλη ποὺ ὁδηγεῖς στὴν ἄνω ζωὴ τὸ ἀνθρώπινο γένος. Ἂς σταθοῦμε εὐλαβικὰ στὸν οἶκο τοῦ Θεοῦ μας (στὸ Ναό) κι ἂς φωνάξουμε δυνατά· χαῖρε Δέσποινα τοῦ κόσμου· χαῖρε Μαρία, Κυρία ὅλων μας· χαῖρε ἡ μόνη ἀμόλυντη καὶ ἐνάρετη μεταξὺ τῶν γυναικῶν· χαῖρε σκεῦος ποὺ δέχτηκες μέσα σου τὸ ἀνεξάντλητο μύρο (τὸν Χριστό), ποὺ ἄδειασε ὁλόκληρο ἐπάνω σου.
Δόξα στὸν Πατέρα...
Χαῖρε Ἀειπάρθενε, ἐσὺ εἶσαι τὸ περιστέρι ποὺ γέννησε τὸν Ἐλεήμονα
Θεό· ἐσὺ εἶσαι τὸ καύχημα ὅλων τῶν ὁσίων καὶ τὸ στεφάνωμα τῶν ἀθλητῶν
τῆς πίστεως (τῶν μαρτύρων). Χαῖρε τὸ κόσμημα ὅλων τῶν δικαίων καὶ ἡ
σωτηρία γιὰ μᾶς τοὺς πιστούς.
Καὶ τώρα...
Λυπήσου, Θεέ μας, τὴν κληρονομία σου (ὅλους ἐμᾶς ποὺ ἐλπίζουμε σ᾿
Ἐσένα), παραβλέποντας τώρα ὅλες τὶς ἁμαρτίες μας κι ἔχοντας μεσίτρια
νὰ σὲ παρακαλεῖ γι᾿ αὐτὸ ἐκείνη ποὺ χωρὶς ἀνθρώπινη σπορὰ σὲ κυοφόρησε
στὴ γῆ, ὅταν θέλησες ἀπὸ μεγάλη εὐσπλαγχνία νὰ λάβεις τὴν ξένη πρὸς τὴ
θεία σου φύση ἀνθρώπινη μορφή. |
Εἶτα τὸ Κοντάκιον δίχορον ἀργῶς.Ἦχος πλ. δ´. Αὐτόμελον.Τῇ Ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια,Ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια, Ἀναγράφω σοι ἡ Πόλις σου Θεοτόκε. Ἀλλ᾿ ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, Ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον, Ἵνα κράζω σοι· Χαῖρε, Νύμφη ἀνύμφευτε. |
Ἔπειτα ψάλλεται τὸ Κοντάκιο κι ἀπὸ τοὺς δύο χοροὺς τῶν ψαλτῶν σὲ μέλος ἀργό.Σ᾿ ἐσένα τὴν Ὑπέρμαχο Στρατηγὸ ἀποδίδει ἡ Πόλη σου τὴ νίκη καὶ σοῦ ἐκφράζει Θεοτόκε τὶς θερμὲς εὐχαριστίες ποὺ λυτρώθηκε ἀπὸ τὶς συμφορές. Ἀλλὰ ἐσύ, ποὺ ἡ δύναμή σου εἶναι ἀκατανίκητη, σῶσε με κι ἐμένα ἀπὸ κάθε εἴδους κινδύνων γιὰ νὰ σοῦ φωνάζω δυνατά· χαῖρε Νύμφη ἀνύμφευτε. |
Ὁ Ἱερεὺς ἱστάμενος εἰς τὸν σωλέα πρὸ τῆς εἰκόνος τῆς Θεοτόκου, ἀπαγγέλλει ἐμμελῶς τὴν Α´ Στάσιν τῶν «Χαιρετισμῶν».ΣΤΑΣΙΣ ΠΡΩΤΗἌγγελος πρωτοστάτης, οὐρανόθεν ἐπέμφθη, εἰπεῖν τῇ Θεοτόκῳ τό, Χαῖρε (ἐκ γ´)· καὶ σὺν τῇ ἀσωμάτῳ φωνῇ, σωματούμενόν σε θεωρῶν Κύριε, ἐξίστατο, καὶ ἵστατο κραυγάζων πρὸς αὐτὴν τοιαῦτα·Χαῖρε, δι᾿ ἧς ἡ χαρὰ ἐκλάμψει· χαῖρε, δι᾿ ἧς ἡ ἀρὰ ἐκλείψει. Χαῖρε, τοῦ πεσόντος Ἀδὰμ ἡ ἀνάκλησις· χαῖρε, τῶν δακρύων τῆς Εὔας ἡ λύτρωσις. Χαῖρε, ὕψος δυσανάβατον ἀνθρωπίνοις λογισμοῖς· χαῖρε, βάθος δυσθεώρητον, καὶ Ἀγγέλων ὀφθαλμοῖς. Χαῖρε, ὅτι ὑπάρχεις Βασιλέως καθέδρα· χαῖρε, ὅτι βαστάζεις τὸν βαστάζοντα πάντα. Χαῖρε, ἀστήρ ἐμφαίνων τὸν Ἥλιον· χαῖρε, γαστὴρ ἐνθέου σαρκώσεως. Χαῖρε, δι᾿ ἧς νεουργεῖται ἡ κτίσις· χαῖρε, δι᾿ ἧς βρεφουργεῖται ὁ Κτίστης. Χαῖρε, Νύμφη ἀνύμφευτε. Βλέπουσα ἡ Ἁγία, ἑαυτὴν ἐν ἁγνείᾳ, φησὶ τῷ Γαβριὴλ θαρσαλέως· Τὸ παράδοξόν σου τῆς φωνῆς, δυσπαράδεκτόν μου τῇ ψυχῇ φαίνεται· ἀσπόρου γὰρ συλλήψεως τὴν κύησιν πῶς λέγεις; κράζων· Ἀλληλούϊα. Γνῶσιν ἄγνωστον γνῶναι, ἡ Παρθένος ζητοῦσα, ἐβόησε πρὸς τὸν λειτουργοῦντα· Ἐκ λαγόνων ἁγνῶν Υἱόν, πῶς ἐστι τεχθῆναι δυνατόν; λέξον μοι. Πρὸς ἣν ἐκεῖνος ἔφησεν ἐν φόβῳ, πλὴν κραυγάζων οὕτω· Χαῖρε, βουλῆς ἀποῤῥήτου μύστις· χαῖρε, σιγῆς δεομένων πίστις. Χαῖρε, τῶν θαυμάτων Χριστοῦ τὸ προοίμιον· χαῖρε, τῶν δογμάτων αὐτοῦ τὸ κεφάλαιον. Χαῖρε, κλῖμαξ ἐπουράνιε, δι᾿ ἧς κατέβη ὁ Θεός· χαῖρε, γέφυρα μετάγουσα τοὺς ἐκ γῆς πρὸς Οὐρανόν. Χαῖρε, τὸ τῶν Ἀγγέλων πολυθρύλητον θαῦμα· χαῖρε, τὸ τῶν δαιμόνων πολυθρήνητον τραῦμα. Χαῖρε, τὸ Φῶς ἀῤῥήτως γεννήσασα· χαῖρε, τὸ πῶς, μηδένα διδάξασα. Χαῖρε, σοφῶν ὑπερβαίνουσα γνῶσιν· χαῖρε, πιστῶν καταυγάζουσα φρένας. Χαῖρε, Νύμφη ἀνύμφευτε. Δύναμις τοῦ Ὑψίστου, ἐπεσκίασε τότε, πρὸς σύλληψιν τῇ Ἀπειρογάμῳ· καὶ τὴν εὔκαρπον ταύτης νηδύν, ὡς ἀγρὸν ὑπέδειξεν ἡδὺν ἅπασι, τοῖς θέλουσι θερίζειν σωτηρίαν, ἐν τῷ ψάλλειν οὕτως· Ἀλληλούϊα. Ἔχουσα θεοδόχον, ἡ Παρθένος τὴν μήτραν, ἀνέδραμε πρὸς τὴν Ἐλισάβετ· τὸ δὲ βρέφος ἐκείνης εὐθύς, ἐπιγνὸν τὸν ταύτης ἀσπασμόν, ἔχαιρε! καὶ ἅλμασιν ὡς ᾄσμασιν, ἐβόα πρὸς τὴν Θεοτόκον· Χαῖρε, βλαστοῦ ἀμαράντου κλῆμα· χαῖρε, καρποῦ ἀκηράτου κτῆμα. Χαῖρε, γεωργὸν γεωργοῦσα φιλάνθρωπον· χαῖρε, φυτουργὸν τῆς ζωῆς ἡμῶν φύουσα. Χαῖρε, ἄρουρα βλαστάνουσα εὐφορίαν οἰκτιρμῶν· χαῖρε, τράπεζα βαστάζουσα εὐθηνίαν ἱλασμῶν. Χαῖρε, ὅτι λειμῶνα τῆς τρυφῆς ἀναθάλλεις· χαῖρε, ὅτι λιμένα τῶν ψυχῶν ἑτοιμάζεις. Χαῖρε, δεκτόν πρεσβείας θυμίαμα· χαῖρε, παντὸς τοῦ κόσμου ἐξίλασμα. Χαῖρε, Θεοῦ πρὸς θνητοὺς εὐδοκία· χαῖρε, θνητῶν πρὸς Θεὸν παῤῥησία. Χαῖρε, Νύμφη ἀνύμφευτε. Ζάλην ἔνδοθεν ἔχων, λογισμῶν ἀμφιβόλων, ὁ σώφρων Ἰωσὴφ ἐταράχθη, πρὸς τὴν ἄγαμόν σε θεωρῶν, καὶ κλεψίγαμον ὑπονοῶν Ἄμεμπτε· μαθὼν δέ σου τὴν σύλληψιν ἐκ Πνεύματος ἁγίου, ἔφη· Ἀλληλούϊα. Εἶτα οἱ Χοροὶ ἐναλλάξ, τό· Τῇ Ὑπερμάχῳ... (σύντομον). Τρισάγιον. Δόξα. Καὶ νῦν. Παναγία Τριάς. Κύριε, ἐλέησον (γ´). Δόξα. Καὶ νῦν. Πάτερ ἡμῶν. Ὅτι σοῦ ἐστιν ἡ βασιλεία... Ὁ Ἀναγνώστης· Ἀμήν. Καὶ ἀναγινώσκει τὸ Κοντάκιον τῆς ἡμέρας, ἤτοι τὸ τοῦ ἁγίου Θεοδώρου. Πίστιν Χριστοῦ ὡσεὶ θώρακα, ἔνδον λαβὼν ἐν καρδίᾳ σου, τὰς ἐναντίας δυνάμεις κατεπάτησας, Πολύαθλε, καὶ στέφει οὐρανίῳ, ἐστέφθης αἰωνίως, ὡς ἀήττητος. Κύριε, ἐλέησον (μ´) καὶ τὴν Εὐχὴν ταύτην·Ὁ ἐν παντὶ καιρῷ, καὶ πάσῃ ὥρᾳ, ἐν οὐρανῷ καὶ ἐπὶ γῆς προσκυνούμενος, καὶ δοξαζόμενος Χριστὸς ὁ Θεός, ὁ μακρόθυμος, ὁ πολυέλεος, ὁ πολυεύσπλαγχνος, ὁ τοὺς δικαίους ἀγαπῶν καὶ τοὺς ἁμαρτωλοὺς ἐλεῶν, ὁ πάντας καλῶν πρὸς σωτηρίαν διὰ τῆς ἐπαγγελίας τῶν μελλόντων ἀγαθῶν· Αὐτός, Κύριε, πρόσδεξαι καὶ ἡμῶν ἐν τῇ ὥρᾳ ταύτῃ τὰς ἐντεύξεις, καὶ ἴθυνον τὴν ζωὴν ἡμῶν πρὸς τὰς ἐντολάς σου· τὰς ψυχὰς ἡμῶν ἁγίασον, τὰ σώματα ἅγνισον, τοὺς λογισμοὺς διόρθωσον, τὰς ἐννοίας κάθαρον, καὶ ῥῦσαι ἡμᾶς ἀπὸ πάσης θλίψεως, κακῶν καὶ ὀδύνης. Τείχισον ἡμᾶς ἁγίοις σου Ἀγγέλοις, ἵνα, τῇ παρεμβολῇ αὐτῶν φρουρούμενοι, καὶ ὁδηγούμενοι, καταντήσωμεν εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ εἰς τὴν ἐπίγνωσιν τῆς ἀπροσίτου σου δόξης· ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.Τό, Κύριε, ἐλέησον (γ´). Δόξα. Καὶ νῦν.Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, Σὲ μεγαλύνομεν.Ἐν ὀνόματι Κυρίου, εὐλόγησον, Πάτερ. Ὁ Ἱερεύς· Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς, καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ᾿ ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς. Ὁ Ἀναγνώστης· Κύριε, ἐλέησον (γ´). Καὶ σῶσον ἡμᾶς Παναγία Παρθένε.
Εὐχὴ εἰς τὴν Ὑπεραγίαν Θεοτόκον.
Ἄσπιλε, ἀμόλυντε, ἄφθορε, ἄχραντε, ἁγνὴ Παρθένε, Θεόνυμφε Δέσποινα,
ἡ Θεὸν Λόγον τοῖς ἀνθρώποις, τῇ παραδόξῳ σου κυήσει, ἑνώσασα, καὶ τὴν
ἀπωσθεῖσαν φύσιν τοῦ γένους ἡμῶν τοῖς οὐρανίοις συνάψασα, ἡ τῶν ἀπηλπισμένων
μόνη ἐλπίς, καὶ τῶν πολεμουμένων βοήθεια, ἡ ἑτοίμη ἀντίληψις τῶν εἰς
σὲ προστρεχόντων, καὶ πάντων τῶν Χριστιανῶν τὸ καταφύγιον, μὴ βδελύξῃ
με τὸν ἁμαρτωλόν, τὸν ἐναγῆ, τὸν αἰσχροῖς λογισμοῖς καὶ λόγοις καὶ πράξεσιν
ὅλον ἐμαυτὸν ἀχρειώσαντα, καὶ τῇ τῶν ἡδονῶν τοῦ βίου ῥᾳθυμίᾳ γνώμης,
δοῦλον γενόμενον. Ἀλλ᾿ ὡς τοῦ φιλανθρώπου Θεοῦ Μήτηρ, φιλανθρώπως σπλαγχνίσθητι
ἐπ᾿ ἐμοὶ τῷ ἁμαρτωλῷ καὶ ἀσώτῳ, καὶ δέξαι μου τὴν ἐκ ῥυπαρῶν χειλέων
προσφερομένην σοι δέησιν, καὶ τὸν σὸν Υἱόν, καὶ ἡμῶν Δεσπότην καὶ Κύριον,
τῇ μητρικῇ σου παῤῥησίᾳ χρωμένη, δυσώπησον, ἵνα ἀνοίξῃ κἀμοὶ τὰ φιλάνθρωπα
σπλάγχνα τῆς αὑτοῦ ἀγαθότητος, καί, παριδών μου τὰ ἀναρίθμητα πταίσματα,
ἐπιστρέψῃ με πρὸς μετάνοιαν, καὶ τῶν αὑτοῦ ἐντολῶν ἐργάτην δόκιμον ἀναδείξῃ
με. Καὶ πάρεσό μοι ἀεὶ ὡς ἐλεήμων, καὶ συμπαθής, καὶ φιλάγαθος, ἐν μὲν
τῷ παρόντι βίῳ, θερμὴ προστάτις καὶ βοηθός, τὰς τῶν ἐναντίων ἐφόδους
ἀποτειχίζουσα, καὶ πρὸς σωτηρίαν καθοδηγοῦσά με, καὶ ἐν τῷ καιρῷ τῆς
ἐξόδου μου, τὴν ἀθλίαν μου ψυχὴν περιέπουσα, καὶ τὰς σκοτεινὰς ὄψεις
τῶν πονηρῶν δαιμόνων πόῤῥω αὐτῆς ἀπελαύνουσα· ἐν δὲ τῇ φοβερᾷ ἡμέρᾳ
τῆς κρίσεως, τῆς αἰωνίου με ῥυομένη κολάσεως, καὶ τῆς ἀποῤῥήτου δόξης
τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦ ἡμῶν κληρονόμον με ἀποδεικνύουσα. Ἧς καὶ τύχοιμι,
Δέσποινά μου, ὑπεραγία Θεοτόκε, διὰ τῆς σῆς μεσιτείας καὶ ἀντιλήψεως·
χάριτι καὶ φιλανθρωπίᾳ, τοῦ μονογενοῦς σου Υἱοῦ, τοῦ Κυρίου καὶ Θεοῦ,
καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. ᾯ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις,
σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ αὐτοῦ
Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Στὴ συνέχεια ὁ Ἱερέας ἀπαγγέλλει μὲ μέλος τὴν πρώτη Στάση τῶν Χαιρετισμῶν·ΣΤΑΣΗ ΠΡΩΤΗἌγγελος ποὺ ἦταν πρῶτος μεταξὺ τῶν ἀγγέλων, στάλθηκε ἀπὸ τὸν οὐρανὸ νὰ πεῖ στὴ Θεοτόκο τὸ χαῖρε (3 φορές)· καὶ μὲ τὴν ἀσώματή του φωνή, βλέποντάς σε Κύριε νὰ παίρνεις σῶμα (νὰ γίνεσαι ἄνθρωπος), ἐκπλησσόταν καὶ στεκόταν φωνάζοντας πρὸς αὐτὴν αὐτὰ τὰ λόγια·Χαῖρε ἐσὺ ἀπ᾿ τὴν ὁποία θὰ λάμψει ἡ χαρά· χαῖρε ἐσὺ ποὺ γιὰ χάρη σου θὰ σβήσει ἡ κατάρα. Χαῖρε ἐσὺ ποὺ ἔκανες νὰ σηκωθεῖ ὁ πεσμένος Ἀδάμ· χαῖρε ἐσὺ ποὺ ἔγινες ἡ λύτρωση τῶν δακρύων τῆς Εὔας. Χαῖρε ὕψος στὸ ὁποῖο δύσκολα μποροῦν νὰ φθάσουν οἱ ἀνθρώπινοι λογισμοί· χαῖρε βάθος ποὺ ἀδυνατοῦν νὰ κατοπτεύσουν καὶ ἀγγέλων ὀφθαλμοί. Χαῖρε ἐσὺ ποὺ ἔγινες ὁ θρόνος τοῦ Βασιλιᾶ (Χριστοῦ)· χαῖρε γιατὶ βαστάζεις (στὴν ἀγκάλη σου) Ἐκεῖνον ποὺ βαστάζει τὰ πάντα. Χαῖρε ἀστέρι ποὺ προμηνύεις τὸν Ἥλιο, χαῖρε κοιλία τῆς θεϊκῆς (τοῦ Λόγου) σαρκώσεως. Χαῖρε ἐσὺ μὲ τὴν ὁποία γίνεται καινούρια ἡ κτίση· χαῖρε ἐσὺ μὲ τὴν ὁποία γίνεται βρέφος ὁ Κτίστης. Χαῖρε Νύμφη ἀνύμφευτε. Γνωρίζοντας τὴν ἁγνότητά της ἡ Παναγία λέγει στὸν Γαβριὴλ μὲ θάρρος· Ὅσα παράδοξα ἀκούω ἀπὸ τὴ φωνή σου, εἶναι δύσκολο νὰ τὰ δεχτῶ στὴν ψυχὴ μου· πῶς μοῦ ἀναγγέλλεις κύηση, ἀφοῦ δὲν προηγήθηκε σύλληψη ἀπὸ ἀνθρώπινη σπορά; Κι ὅμως ἐσὺ τὸ λέγεις καὶ φωνάζεις δυνατά, Ἀλληλούϊα (αἰνεῖτε τὸν Θεό). Θέλοντας ἡ Παρθένος νὰ γνωρίσει τὸ ἄγνωστο αὐτὸ μυστήριο, εἶπε δυνατὰ πρὸς τὸν λειτουργὸ Ἄγγελο· πές μου, ἀπὸ σῶμα ἁγνὸ (παρθενικὸ) πῶς εἶναι δυνατὸν νὰ γεννηθεῖ γιός; Κι ἐκεῖνος τότε εἶπε πρὸς αὐτὴ μὲ φόβο, φωνάζοντας αὐτὰ τὰ λόγια· Χαῖρε ἐσὺ ποὺ γνωρίζεις τὴν ἀπόρρητη βουλὴ τοῦ Θεοῦ· χαῖρε ἐσὺ ποὺ εἶσαι ἡ πίστη ἐκείνων ποὺ προσεγγίζονται μὲ τὴ σιγή. Χαῖρε ἐσύ, ἡ ἀρχὴ τῶν θαυμάτων τοῦ Χριστοῦ. Χαῖρε ἐσὺ ποὺ ἀποτελεῖς τὸ κεφάλαιο στὸ ὁποῖο στηρίζονται τὰ δόγματά Του. Χαῖρε σκάλα ἐπουράνια μὲ τὴν ὁποία κατέβηκε ὁ Θεός· χαῖρε γέφυρα ποὺ μεταφέρεις αὐτοὺς ποὺ ᾿ναι στὴ γῆ, στὸν οὐρανό. Χαῖρε, τὸ πολυθρύλητο θαῦμα τῶν Ἀγγέλων, χαῖρε τὸ πολυθρήνητο τραῦμα τῶν δαιμόνων. Χαῖρε ἐσὺ ποὺ γέννησες μὲ τρόπο ἀνέκφραστο τὸ φῶς· χαῖρε ἐσὺ ποὺ σὲ κανέναν δὲν δίδαξες τὸ πῶς. Χαῖρε ἐσὺ ποὺ ξεπερνᾶς τὴ γνώση τῶν σοφῶν· χαῖρε ἐσὺ ποὺ διαφωτίζεις τὴ διάνοια τῶν πιστῶν. Χαῖρε Νύμφη ἀνύμφευτε. Δύναμη τοῦ Ὑψίστου τότε ἐπισκίασε ἐκείνη ποὺ δὲ γνώρισε γάμο, ὥστε νὰ συλλάβει· καὶ τὴν εὔκαρπή της κοιλιὰ τὴν κατέστησε χωράφι εὐχάριστο γιὰ ὅσους θέλουν νὰ θερίσουν (νὰ βροῦν) τὴ σωτηρία τους καὶ οἱ ὁποῖοι ψάλλουν αὐτὰ τὰ λόγια, Ἀλληλούϊα. Ἔχουσα ἡ Παρθένος μὲς στὴ μήτρα της τὸν Θεό, ἔτρεξε πρὸς τὴν Ἐλισάβετ. Τὸ βρέφος ἐκείνης (ὁ Ἰωάννης) μόλις κατάλαβε τὸν χαιρετισμό της σκίρτησε ἀπὸ χαρά· καὶ μὲ σκιρτήματα ἀντὶ γιὰ ὕμνους, φώναζε δυνατὰ πρὸς τὴ Θεοτόκο· Χαῖρε κλῆμα ποὺ πρόβαλες τὸν ἀμάραντο βλαστό· χαῖρε κτῆμα ποὺ πρόσφερες τὸν ἄφθαρτο καρπό. Χαῖρε ἐσὺ ποὺ γεώργησες τὸν φιλάνθρωπο γεωργό· χαῖρε ἐσὺ ποὺ φύτρωσες τὸν φυτουργὸ τῆς ζωῆς (τὸ Χριστό). Χαῖρε γῆ ποὺ βλαστάνεις ἄφθονη εὐσπλαγχνία· χαῖρε τραπέζι ποὺ βαστάζεις πλούσιο τὸ ἔλεος. Χαῖρε γιατὶ κάνεις νὰ ἀνθίσει λιβάδι πνευματικῆς ἀπόλαυσης· χαῖρε γιατὶ ἑτοιμάζεις λιμάνι (σωτηρίας) γιὰ τὶς ψυχές. Χαῖρε, ἐσὺ ποὺ εἶσαι θυμίαμα μεσιτείας δεκτὸ ἀπὸ τὸν Θεό, χαῖρε, ἐσὺ τοῦ κόσμου ὅλου ὁ ἐξιλασμός. Χαῖρε, ἐσὺ ποὺ εἶσαι ἡ ἀγαθὴ εὐδοκία (εὔνοια) τοῦ Θεοῦ πρὸς τοὺς ἀνθρώπους, χαῖρε ἐσὺ ἡ παρρησία τῶν ἀνθρώπων πρὸς τὸν Θεό. Χαῖρε Νύμφη ἀνύμφευτε. Ἔχοντας μέσα του ζάλη ἀπὸ λογισμοὺς ἀμφιβολίας, ὁ δίκαιος Ἰωσὴφ ταράχτηκε, κι ἐνῶ σὲ θεωροῦσε ἄγαμη (Παρθένο), τώρα σὲ ὑποπτευόταν γιὰ παράνομες σχέσεις, Ἄμεμπτε· Σὰν πληροφορήθηκε ὅμως ὅτι ἡ σύλληψη προερχόταν ἀπὸ τὸ Ἅγιο Πνεῦμα, φώναξε Ἀλληλούϊα. Ἔπειτα ψάλλεται καὶ πάλι τὸ τροπάριο Τῇ Ὑπερμάχῳ Στρατηγῷ... (σύντομο). Καὶ ἀμέσως τὸ Τρισάγιο· Ἅγιος ὁ Θεός... Δόξα Πατρί. Καὶ νῦν. Παναγία Τριάς... Κύριε, ἐλέησον (3 φορές). Δόξα Πατρί. Καὶ νῦν. Πάτερ ἡμῶν... Ὅτι σοῦ ἐστιν... Ὁ Ἀναγνώστης· Ἀμήν. Καὶ διαβάζει τὸ Κοντάκιο τοῦ ἁγίου Θεοδώρου. Ἀφοῦ ἔβαλες μὲς στὴν καρδιά σου σὰν θώρακα τὴν πίστη σου στὸ Χριστό, κατενίκησες τὶς ἐχθρικὲς (δαιμονικὲς) δυνάμεις, πολύαθλε (ἅγιε Θεόδωρε), καὶ σὰν ἀνίκητος στεφανώθηκες αἰώνια μὲ οὐράνιο στεφάνι. Κύριε, ἐλέησέ μας (40 φορές), καὶ τὴν ἑπόμενη Εὐχή·Χριστὲ ὁ Θεός μας, Ἐσὺ ποὺ σὲ κάθε ὥρα καὶ σὲ κάθε στιγμὴ προσκυνεῖσαι καὶ δοξάζεσαι στὸν οὐρανὸ καὶ στὴ γῆ· ποὺ εἶσαι μακρόθυμος, πολυέλεος καὶ πολυεύσπλαγχνος· ποὺ ἀγαπᾶς τοὺς ἐναρέτους καὶ ἐλεεῖς τοὺς ἁμαρτωλούς· ποὺ μὲ τὴν ὑπόσχεση τῶν ἀγαθῶν τῆς μέλλουσας βασιλείας Σου προσκαλεῖς ὅλους τοὺς ἀνθρώπους (στὴ μετάνοια καὶ) στὴ σωτηρία, Ἐσὺ ὁ Ἴδιος, Κύριέ μας, δέξου καὶ τὶς δικές μας προσευχὲς ποὺ αὐτὴ τὴν ὥρα Σοῦ ἀπευθύνουμε καὶ κατεύθυνε τὴ ζωή μας ὥστε νὰ εἶναι σύμφωνη πρὸς τὶς ἐντολές Σου. Ἁγίασε τὶς ψυχές μας, ἐξάγνισε τὰ σώματά μας, διόρθωσε τοὺς λογισμούς μας, καθάρισε τὶς σκέψεις μας, καὶ φύλαξέ μας ἀπὸ κάθε θλίψη, κακὸ καὶ ὀδύνη. Περιφρούρησέ μας μὲ τοὺς ἁγίους σου Ἀγγέλους, ὥστε διαφυλαγμένοι καὶ καθοδηγούμενοι μὲ τὴν προστασία τους νὰ φτάσουμε στὴν ἑνότητα τῆς πίστεως καὶ στὴν ἐπίγνωση τῆς ἀπρόσιτης δόξας Σου· γιατὶ εἶσαι Εὐλογημένος στοὺς ἀπέραντους αἰῶνες. Ἀμήν.Κύριε, ἐλέησέ μας (3 φορές). Δόξα Πατρί. Καὶ νῦν.Ἐσένα ποὺ εἶσαι πιὸ τιμημένη ἀπ᾿ τὰ Χερουβεὶμ καὶ ἀσύγκριτα πιὸ ἔνδοξη ἀπὸ τὰ Σεραφείμ, ποὺ χωρὶς νὰ φθαρεῖ ἡ παρθενία σου γέννησες τὸ Θεὸ Λόγο, ποὺ εἶσαι πράγματι ἡ Θεοτόκος, Ἐσένα μεγαλύνουμε.Στὸ ὄνομα τοῦ Κυρίου, εὐλόγησέ μας, πάτερ. Ὁ Ἱερέας· Ὁ Θεὸς ἂς μᾶς σπλαγχνιστεῖ καὶ ἂς μᾶς εὐλογήσει. Ἂς φανερώσει τὸ πρόσωπό του σὲ μᾶς κι ἂς μᾶς ἐλεήσει. Ὁ Ἀναγνώστης· Κύριε, ἐλέησέ μας (3 φορές)· καὶ σῶσε μας Παναγία Παρθένε.Εὐχὴ στὴν Ὑπεραγία Θεοτόκο.Ἄμωμη, ἀμόλυντη, ἀδιάφθορη, ἄχραντη, ἁγνὴ Παρθένε, νύφη τοῦ Θεοῦ καὶ Δέσποινα. Ἐσὺ ποὺ μὲ τὴν ὑπέρλογη γέννα σου ἕνωσες τὸ Θεὸ Λόγο μὲ τὸ ἀνθρώπινο γένος καὶ ἐπανασύνδεσες καὶ ὕψωσες τὴν πεσμένη ἀνθρώπινη φύση μας μὲ τὸν οὐράνιο κόσμο. Ἐσύ, ἡ μοναδικὴ ἐλπίδα τῶν ἀπελπισμένων καὶ ἡ βοήθεια ἐκείνων ποὺ πολεμοῦνται (ἀπ᾿ τοὺς δαίμονες), ἡ πάντα πρόθυμη στὴν προστασία ὅσων προστρέχουν σὲ σένα, ποὺ εἶσαι τὸ καταφύγιο ὅλων τῶν χριστιανῶν· μὴ μὲ περιφρονήσεις τὸν ἁμαρτωλό, τὸν ἀκάθαρτο, ποὺ ἐξαχρείωσα τὴν ὕπαρξή μου μὲ αἰσχροὺς λογισμούς, λόγια καὶ πράξεις, καὶ ὑποδουλώθηκα ἐξαιτίας τῆς πνευματικῆς ἀμέλειας στὶς ἡδονὲς τῆς ζωῆς αὐτῆς. Ἀλλὰ ἐσύ, ὡς Μητέρα τοῦ Φιλάνθρωπου Θεοῦ μας, σπλαγχνίσου με δείχνοντας καὶ σὲ μένα τὸν ἁμαρτωλὸ καὶ ἄσωτο τὴ φιλανθρωπία σου, καὶ δέξου τὴ δέηση ποὺ σοῦ προσφέρουν τὰ ἀκάθαρτα χείλη μου· καὶ χρησιμοποιώντας τὴ μητρική σου παρρησία ἱκέτευσε θερμὰ τὸν Υἱό σου καὶ Δεσπότη μας, ν᾿ ἀνοίξει καὶ σὲ μένα τὴ φιλάνθρωπη ἀγκαλιὰ τῆς ἀγάπης Του· καὶ ἀφοῦ μοῦ συγχωρέσει τὶς ἀναρίθμητες ἁμαρτίες μου, νὰ μὲ ὁδηγήσει στὴ μετάνοια καὶ νὰ μὲ ἀναδείξει πιστὸ ἐργάτη τῶν ἐντολῶν Του. Καὶ νὰ εἶσαι, Παναγία μου, πάντοτε κοντὰ μου, ὡς ἐλεήμων καὶ συμπαθὴς καὶ σπλαγχνική, στὴν παρούσα ζωὴ ἰσχυρὴ προστασία καὶ βοήθειά μου, ἀποκρούοντας ὡς τεῖχος τὶς ἐπιθέσεις τῶν ἐχθρῶν (τῶν δαιμόνων) καὶ καθοδηγώντας με στὴ σωτηρία· καὶ ὅταν ἔλθει ἡ ὥρα τοῦ θανάτου μου, νὰ περιφρουρεῖς τὴν ἄθλια ψυχή μου καὶ νὰ ἀποδιώκεις μακριὰ ἀπ᾿ αὐτὴ τὰ σκοτεινὰ πρόσωπα τῶν πονηρῶν δαιμόνων. Καὶ κατὰ τὴ φοβερὴ ἡμέρα τῆς Κρίσεως νὰ μὲ ἀπαλλάξεις ἀπὸ τὴν καταδίκη τῆς αἰωνίας κολάσεως καὶ νὰ μὲ ἀξιώσεις νὰ κληρονομήσω καὶ συμμετάσχω στὴν ἀνέκφραστη δόξα τοῦ Υἱοῦ σου καὶ Θεοῦ μας. Αὐτῆς τῆς δόξας μακάρι κι ἐγὼ νὰ γίνω κληρονόμος μὲ τὴ μεσιτεία καὶ τὴ βοήθειά σου Δέσποινα· ἀλλὰ καὶ μὲ τὴ χάρη καὶ τὴ φιλανθρωπία τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτήρα μας Ἰησοῦ Χριστοῦ, στὸν Ὁποῖο ἀνήκει ὅλη ἡ δόξα καὶ ἡ τιμὴ καὶ ἡ προσκύνηση, καθὼς καὶ στὸν ἄναρχο Πατέρα Του καὶ στὸ Πανάγιο καὶ ἀγαθὸ καὶ ζωοποιὸ Πνεῦμα Του, τώρα καὶ σὲ κάθε στιγμὴ καὶ στοὺς ἀπέραντους αἰῶνες. Ἀμήν.Εὐχὴ στὸν Κύριό μας Ἰησοῦ Χριστό.Καὶ δῶσε μας, Κύριε, τώρα ποὺ πρόκειται νὰ κοιμηθοῦμε, ἀνάπαυση στὸ σῶμα καὶ στὴν ψυχή μας· καὶ διαφύλαξέ μας ἀπὸ τὸν σκοτεινὸ ὕπνο τῆς ἁμαρτίας κι ἀπὸ κάθε σκοτεινὴ καὶ νυκτερινὴ ἡδονὴ ποὺ διεγείρει τὰ πάθη μας. Παῦσε τὶς ὁρμὲς τῶν παθῶν, σβῆσε τὰ πύρινα βέλη (τοὺς πειρασμοὺς) ποὺ τοξεύει μὲ δολιότητα ἐναντίον μας ὁ πονηρός. Κατάστειλε τὶς σαρκικὲς ὁρμές μας καὶ ἀποκοίμησε κάθε γήινη καὶ ὑλικὴ (μάταιη) ἐπιθυμία μας. Δώρισέ μας, Θεέ μας, ἄγρυπνο νοῦ, καθαρὸ λογισμό, καρδιὰ προσεκτική, ὕπνο ἐλαφρό, ἀπαλλαγμένο ἀπὸ κάθε δαιμονικὴ φαντασία. Μὲ προθυμία νὰ σηκωθοῦμε ὅταν ἔλθει ἡ ὥρα τῆς προσευχῆς, στηριγμένοι στὶς ἐντολές Σου καὶ ἔχοντας σταθερὴ μέσα μας τὴν ἐνθύμηση τῶν προσταγμάτων Σου. Χάρισέ μας τὴν ὁλοπρόθυμη διάθεση τῆς ὁλονύχτιας δοξολογίας Σου, γιὰ νὰ ὑμνοῦμε καὶ εὐλογοῦμε καὶ δοξάζουμε τὸ ἀξιότιμο καὶ μεγαλόπρεπο ὄνομά Σου, τοῦ Πατέρα καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, τώρα καὶ σὲ κάθε στιγμὴ καὶ στοὺς ἀπέραντους αἰῶνες. Ἀμήν.Καὶ τὰ ἑπόμενα τροπάρια·Ὑπερένδοξη, Ἀειπάρθενη, εὐλογημένη Θεοτόκε μετάφερε τὴν προσευχὴ μας στὸν Υἱό σου καὶ Θεό μας καὶ ζήτησέ Του νὰ σώσει μὲ τὶς δικές σου πρεσβεῖες τὶς ψυχές μας.Ἡ ἐλπίδα μου εἶναι ὁ Πατέρας, καταφυγή μου ὁ Υἱός, σκέπη (προστασία) μου τὸ Ἅγιο Πνεῦμα. Δόξα σ᾿ Ἐσένα Πανάγιε Τριαδικὲ Θεέ μας. Ὅλη τὴν ἐλπίδα μου σ᾿ ἐσένα ἐμπιστεύομαι, Μητέρα τοῦ Θεοῦ, φύλαξέ με κάτω ἀπὸ τὴ σκέπη (προστασία) σου. Τὴν Παρασκευὴ τῆς 1ης Ἑβδομάδας τῆς Μεγ. Σαρακοστῆς διαβάζεται ἀπὸ τὸν Ἱερέα τὸ Εὐαγγέλιο τῆς Παννυχίδος·Εἶπε ὁ Κύριος στοὺς μαθητές Του· Ἐγὼ εἶμαι ἡ ἀληθινὴ κληματαριὰ καὶ ὁ Πατέρας μου ὁ γεωργός. Ὅποιο κλῆμα, ποὺ βρίσκεται σὲ μένα, δὲν καρποφορεῖ, τὸ κόβει, καὶ κάθε κλῆμα καρποφόρο τὸ καθαρίζει, γιὰ νὰ φέρει περισσότερο καρπό. Ἤδη ἐσεῖς εἶστε καθαροί, ἕνεκα τοῦ λόγου τὸν ὁποῖο σᾶς κήρυξα. Μείνετε ἑνωμένοι μαζί μου καὶ θὰ εἶμαι κι Ἐγὼ μαζί σας. Καθὼς τὸ κλῆμα δὲν μπορεῖ νὰ φέρει καρπὸ μόνο του, ἐὰν δὲν μένει στὸ ἀμπέλι, ἔτσι οὔτε ἐσεῖς, ἐὰν δὲν μένετε ἑνωμένοι μ᾿ Ἐμένα. Ἐγὼ εἶμαι τὸ ἀμπέλι, ἐσεῖς τὰ κλήματα. Ἐκεῖνος ποὺ μένει ἑνωμένος μ᾿ ἐμένα, ὅπως κι Ἐγὼ μ᾿ ἐκεῖνον, αὐτὸς φέρει πολὺ καρπό, γιατὶ χωρὶς Ἐμένα δὲν μπορεῖτε νὰ κάνετε τίποτε. Ὅποιος δὲ μένει ἑνωμένος μ᾿ Ἐμένα πετιέται ἔξω, ὅπως τὸ κλῆμα, καὶ ξεραίνεται καὶ τὰ μαζεύουν καὶ τὰ ρίχνουν στὴ φωτιὰ καὶ καίγονται. Ἐὰν μένετε ἑνωμένοι μ᾿ Ἐμένα, καὶ τὰ λόγια μου μένουν μέσα σας, ζητῆστε ὅ,τι θέλετε καὶ θὰ γίνει σ᾿ ἐσᾶς.Καὶ ὁ Ἱερέας ἀμέσως κάνει τὴν Ἀπόλυση·Δόξα σ᾿ Ἐσένα Θεέ μας, ποὺ εἶσαι ἡ ἐλπίδα μας, δόξα σ᾿ Ἐσένα. Χριστέ, ἀληθινὲ Θεέ μας, μὲ τὶς πρεσβεῖες τῆς πανάχραντης καὶ πανάμωμης ἁγίας Μητέρας Σου· (μὲ τὶς πρεσβεῖες) τῶν ἁγίων ἐνδόξων καὶ ξακουστῶν ἀποστόλων· τῶν ἐνδόξως θριαμβευσάντων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων πατέρων μας· τοῦ ἁγίου... (τοῦ Ναοῦ)· τῶν ἁγίων καὶ δικαίων προγόνων (τοῦ Κυρίου) Ἰωακεὶμ καὶ Ἄννας· τοῦ ἁγίου... (τῆς ἡμέρας), τοῦ ὁποίου ἑορτάζουμε τὴ μνήμη, καὶ (μὲ τὶς πρεσβεῖες) ὅλων σου τῶν ἁγίων, ἂς μᾶς ἐλεήσεις κι ἂς σώσεις τὶς ψυχές μας, γιατὶ εἶσαι ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμονας Θεός. Ἀμήν. |
Εἶτα ὁ Ἱερεὺς λέγει (ἀποκρινομένων ἡμῶν τό· Κύριε, ἐλέησον, συνεχῶς).Εὐξώμεθα ὑπὲρ εἰρήνης τοῦ κόσμου.Ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων Χριστιανῶν. Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν Ἔθνους πάσης ἀρχῆς καὶ ἐξουσίας ἐν αὐτῷ. Ὑπὲρ εὐοδώσεως καὶ ἐνισχύσεως τοῦ φιλοχρίστου στρατοῦ. Ὑπὲρ τῶν ἀπολειφθέντων πατέρων καὶ ἀδελφῶν ἡμῶν. Ὑπὲρ τῶν διακονούντων καὶ διακονησάντων ἡμῖν. Ὑπὲρ τῶν μισούντων καὶ ἀγαπώντων ἡμᾶς. Ὑπὲρ τῶν ἐντειλαμένων ἡμῖν τοῖς ἀναξίοις εὔχεσθαι ὑπὲρ αὐτῶν. Ὑπὲρ ἀναῤῥύσεως τῶν αἰχμαλώτων. Ὑπὲρ τῶν ἐν θαλάσσῃ καλῶς πλεόντων. Ὑπὲρ τῶν ἐν ἀσθενείαις κατακειμένων. Εὐξώμεθα καὶ ὑπὲρ εὐφορίας τῶν καρπῶν τῆς γῆς. Καὶ ὑπὲρ πάσης ψυχῆς χριστιανῶν Ὀρθοδόξων. Μακαρίσωμεν τοὺς εὐσεβεῖς ἄρχοντας, τοὺς ὀρθοδόξους Ἀρχιερεῖς. Τοὺς κτίτορας τῆς ἁγίας Ἐκκλησίας ταύτης, τοὺς γονεῖς ἡμῶν καὶ διδασκάλους καὶ πάντας τοὺς προαπελθόντας πατέρας καὶ ἀδελφοὺς ἡμῶν τοὺς ἐνθάδε εὐσεβῶς κειμένους, καὶ τοὺς ἁπανταχοῦ Ὀρθοδόξους. Εἴπωμεν καὶ ὑπὲρ ἑαυτῶν, τό· Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον. Ὁ Χορός, ψάλλει· Ἦχος γ´.Τὴν ὡραιότητα τῆς παρθενίας σου, καὶ τὸ ὑπέρλαμπρον τὸ τῆς ἁγνείας σου, ὁ Γαβριὴλ καταπλαγείς, ἐβόα σοι Θεοτόκε, ποῖόν σοι ἐγκώμιον, προσαγάγω ἐπάξιον; τί δὲ ὀνομάσω σε; ἀπορῶ καὶ ἐξίσταμαι. Διὸ ὡς προσετάγην βοῶ σοι· Χαῖρε, ἡ Κεχαριτωμένη.Ὁ Ἱερεύς· Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν. |
Καὶ συνεχίζει ὁ Ἱερέας ἐνῶ ἐμεῖς λέμε συνεχῶς τὸ Κύριε, ἐλέησέ μας.Ἂς προσευχηθοῦμε γιὰ τὴν εἰρήνη τοῦ κόσμου.Γιὰ τοὺς εὐσεβεῖς καὶ ὀρθοδόξους χριστιανούς. Γιὰ τὸν Ἀρχιεπίσκοπό μας (...) κι ὅλη τὴν ἀδελφότητά μας ποὺ εἶναι ἑνωμένη με τὴν ἴδια πίστη στὸ Χριστό. Γιὰ τὸ εὐσεβὲς ἔθνος μας καὶ γιὰ τὶς ἀρχὲς καὶ ἐξουσίες ποὺ τὸ διοικοῦν. Γιὰ τὴν πρόοδο καὶ ἐνίσχυση τοῦ φιλόχριστου στρατοῦ μας. Γιὰ τοὺς ἀπόντες πατέρες καὶ ἀδελφούς μας. Γιὰ ὅσους μᾶς εὐεργετοῦν καὶ ὅσους μᾶς ὑπηρετοῦν. Γιὰ ὅσους μᾶς μισοῦν κι ὅσους μᾶς ἀγαποῦν. Γιὰ ὅσους ζήτησαν ἀπὸ ἐμᾶς τοὺς ἀνάξιους νὰ προσευχόμαστε γι᾿ αὐτούς. Γιὰ τὴν ἀπελευθέρωση τῶν αἰχμαλώτων. Γιὰ νὰ εἶναι καλοτάξιδοι οἱ ταξιδεύοντες στὴ θάλασσα. Γιὰ ὅσους εἶναι κατάκοιτοι καὶ ὑποφέρουν ἀπὸ διάφορες ἀσθένειες. Ἂς προσευχηθοῦμε καὶ γιὰ τὴν εὐφορία τῶν καρπῶν τῆς γῆς. Καὶ γιὰ κάθε ψυχὴ ὀρθοδόξου χριστιανοῦ. Ἂς μακαρίσουμε τοὺς εὐσεβεῖς ἄρχοντες, τοὺς ὀρθοδόξους Ἀρχιερεῖς. Τοὺς κτίτορες τῆς Ἐκκλησίας αὐτῆς. Τοὺς γονεῖς μας καὶ τοὺς διδασκάλους μας, καὶ ὅλους τοὺς πατέρες καὶ ἀδελφούς μας ποὺ μ᾿ εὐσέβεια ἔφυγαν ἀπ᾿ τὴ ζωὴ αὐτὴ καὶ τάφηκαν ἐδῶ, καθὼς καὶ ὅλους τοὺς ὀρθοδόξους ἀδελφούς μας, ὅπου κι ἂν τάφηκαν. Ἂς ποῦμε καὶ γιὰ τοὺς ἑαυτούς μας· Κύριε, ἐλέησέ μας· Κύριε ἐλέησέ μας, Κύριε, ἐλέησέ μας. Καὶ ψάλλει ὁ Χορός·Τὴν ὡραιότητα τῆς παρθενίας σου καὶ τὴν ὑπέρλαμπρη ἁγνότητὰ σου, ὅταν μὲ δέος ἀντίκρισε ὁ Γαβριήλ, σοῦ φώναζε Θεοτόκε· ποιό ἐγκώμιο ἄξιο σ᾿ ἐσένα νὰ σοῦ ἀπευθύνω; Μὲ τί ὄνομα νὰ σὲ καλέσω; Ἀπορῶ καὶ διερωτῶμαι. Γι᾿ αὐτό, ὅπως διατάχθηκα ἔτσι καὶ σὲ προσφωνῶ· Χαῖρε ἡ Κεχαριτωμένη (ἐσὺ ποὺ ἔλαβες ἀπὸ τὸ Θεὸ ὅλες τὶς θεῖες χάρες).Ὁ Ἱερέας· Μὲ τὶς εὐχὲς τῶν ἁγίων Πατέρων μας, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός μας, ἐλέησέ μας. Ἀμήν. |
Β´
Τῌ ΠΑΡΑΣΚΕΥῌ
Ἀναγινώσκεται τὸ Μικρὸν Ἀπόδειπνον (σελ. 6).
Μετὰ τὸ «Ἄξιόν ἐστιν» ψάλλεται ὑπὸ τῶν
Χορῶν ὁ Κανὼν τῆς Θεοτόκου (σελ. 28) καὶ τὸ Κοντάκιον· «Τῇ Ὑπερμάχῳ»
ἀργῶς (σελ. 54) μεθ᾿ ὃ ἀπαγγέλλεται ἐμμελῶς ὑπὸ τοῦ Ἱερέως ἡ Β´ Στάσις
τῶν «Χαιρετισμῶν». |
Β´
ΤΗΝ ΠΑΡΑΣΚΕΥΗ
Διαβάζεται τὸ Μικρὸ Ἀπόδειπνο (σελ. 7). Μετὰ
τὸ Ἄξιόν ἐστιν ψάλλεται ὁ Κανόνας τῆς Θεοτόκου
(σελ. 29), κι ἔπειτα τὸ Κοντάκιο «Τῇ Ὑπερμάχῳ...»
σὲ ἀργὸ μέλος (σελ. 55). Ἀκολουθεῖ ἡ ἀπὸ τὸν Ἱερέα ἐμμελὴς ἀπαγγελία
τῆς Β´ Στάσης τῶν Χαιρετισμῶν. |
Γ´
Τῌ ΠΑΡΑΣΚΕΥῌ
|
Γ´
ΤΗΝ ΠΑΡΑΣΚΕΥΗ
Διαβάζεται τὸ Μικρὸ Ἀπόδειπνο (σελ. 7). Μετὰ
τὸ Ἄξιόν ἐστιν ψάλλεται ὁ Κανόνας τῆς Θεοτόκου
(σελ. 29), κι ἔπειτα τὸ Κοντάκιο «Τῇ Ὑπερμάχῳ...»
σὲ ἀργὸ μέλος (σελ. 55). Ἀκολουθεῖ ἡ ἀπὸ τὸν Ἱερέα ἐμμελὴς ἀπαγγελία
τῆς Γ´ Στάσης τῶν Χαιρετισμῶν. |
Δ´
Τῌ ΠΑΡΑΣΚΕΥῌ
Ἀναγινώσκεται τὸ Μικρὸν Ἀπόδειπνον (σελ. 6).
Μετὰ τὸ «Ἄξιόν ἐστιν» ψάλλεται ὑπὸ τῶν
Χορῶν ὁ Κανὼν τῆς Θεοτόκου (σελ. 28) καὶ τὸ Κοντάκιον· «Τῇ Ὑπερμάχῳ»
ἀργῶς (σελ. 54), μεθ᾿ ὃ ἀπαγγέλλεται ἐμμελῶς ὑπὸ τοῦ Ἱερέως ἡ Δ´ Στάσις
τῶν «Χαιρετισμῶν». |
Δ´
ΤΗΝ ΠΑΡΑΣΚΕΥΗ
Διαβάζεται τὸ Μικρὸ Ἀπόδειπνο (σελ. 7). Μετὰ
τὸ Ἄξιόν ἐστιν ψάλλεται ὁ Κανόνας τῆς Θεοτόκου
(σελ. 29), κι ἔπειτα τὸ Κοντάκιο «Τῇ Ὑπερμάχῳ...»
σὲ ἀργὸ μέλος (σελ. 55). Ἀκολουθεῖ ἡ ἀπὸ τὸν Ἱερέα ἐμμελὴς ἀπαγγελία
τῆς Δ´ Στάσης τῶν Χαιρετισμῶν. |
Ε´
Τῌ ΠΑΡΑΣΚΕΥῌ
Τῇ Παρασκευῇ τῆς Ε´ ἑβδομάδος τῶν Νηστειῶν,
καθ᾿ ἣν ἀναγινώσκονται ἅπαντες οἱ Οἶκοι τοῦ Ἀκαθίστου Ὕμνου, μετὰ τὸ
Ἄξιόν ἐστιν, τοῦ Μικροῦ Ἀποδείπνου, ψάλλεται δὶς εἰς ἀργὸν βυζαντινὸν
μέλος καὶ ἅπαξ σύντομον, τὸ Ἀπολυτίκιον Τροπάριον. |
Παρασκευή 3 Απριλίου 2020
ΟΙ ΧΑΙΡΕΤΙΣΜΟΙ ΤΗΣ ΘΕΟΤΟΚΟΥ.
Εγγραφή σε:
Σχόλια ανάρτησης (Atom)
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου