Κυριακή 15 Σεπτεμβρίου 2013

Προφητεία Αγίου Ανδρός πρός τόν Βασιλέα Μανουήλ Παλαιολόγον.

Ό Μανουήλ ό Παλαιολόγος, Βασιλεύς τοῦ Βυζαντίου, ἔζησε κατά τά ἔτη 1348-1425 μ.Χ. Κάποτε, ρώτησε ἕνα πολύ σεβάσμιο γέροντα 98 ἐτῶν, πνευματικό, ἁγιώτατο, λογιώτατο καί σοφώτατο γιά τήν τύχη τής Κωνσταντι­νουπόλεως καί ό σοφός γέροντας τοῦ ἀπάντησε τά ἑξῆς:
«Ὃταν ό Κύριος συγκατανεύση, τότε πολιορκιθήσεται ή Κωνσταντινούπολις παρά τῶν Ἰσμαηλιτῶν, πολλαί δέ νῆσοι καί χῶραι τῶν Ἰσμαηλιτῶν κυριευθήσονται… ἀπόκειται τοῖς Χριστιανοῖς ποιῆσαι στόλον μέγαν. Ἱερεῖς δέ μοναχοί καί πάσα ή τῶν ἀνθρώπων τάξις, ἄκοντες καί μή βουλόμενοι, ἐκ θείας νεύσεως προσελεύσονται ἐν Κωνσταντινουπόλει εἰ μή ἐν τόποις δέ τισί, τινές ἐκλεκτοί, ἐκεῖνοι ἀπολειφθήσονται, τοιοῦτος δέ ό στόλος γενήσεται, ώστε αἱ κεφαλαί καί ἄρχοντες τοῦ στόλου ἔσονται ὡσεί χιλιάδες ἑβδομήκοντα: Πᾶς δέ τις τούτων ἔχοιεν ύποκάτω αὐτοῦ ἄνδρας χιλιάδας δέκα. Ναυστολήσωσι δέ ἐπί τῆς θαλάσσης, καί πορευθήσονται εἰς Κωνσταντινούπολιν, εἰς τόπον λεγόμενον Κοντοσκάλι (;). Τούτους δέ ἐκεῖσε συνηγμένους ό Ἰσμαήλ ἰδών, ἀφείς τήν Πόλιν, πορευθήσεται εἰς τήν Ἀσίαν, ἵνα σωθῆ.
Αὐτοί δέ οἱ Ἂρχοντες τοῦ στρατοῦ τῶν Χριστιανῶν ἔριν βαλοῦσιν ἀνἀ μέσον αὐτῶν, τίς ἄν ἄρξη τῆς Πόλεως· ἐπί τήν ἔριν δέ ταύτην ξίφους ἕλξουσι καί κατακόπτεσθαι ἐθελήσουσιν ἐν ἀλλήλοις οἱ Χριστιανοί, ἐπί τοσοῦτον δέ γενήσεται συγκοπή τῶν ἀνθρώπων, ώστε πάντα κοιλώματα καί πᾶσα ή γῆ τῆς Πόλεως αἵματος πληρωθήσεται, ώστε καί μόσχος τριετής ἐν τῷ αἵματι πνιγήσεται, καί δραμεῖται ἐν τῷ πελάγει τό αἷμα, ὡσεί στάδια δέκα ὀκτώ[*] καί αὕτη ή συγκοπή θέλει γίνει μεγά­λη σφόδρα μετά τήν συμφοράν ταύτην, ἐν ή πάντες οἱ ἁμαρτωλοί κατακοπήσονται, καί οὐδείς ἐξ αὐτῶν σωθήσεται.
Τότε Ἂγγελος ἐξ οὐρανοῦ καταβήσεται διά νεύσεως Θεοῦ, καί τόν εἰρηνικόν στέψει βασιλέα. Ὃς καί αὐτός μέσον πάντων ἐστίν ἐν τῷ πολέμῳ, δώσει δέ αὐτῷ τό σκῆπτον καί τό ξίφος, καί τό όνομα αὐτοῦ Ἐλεήμονα καλέσει, ἐρεῖ δέ αὐτῷ· «ἀνδρίζου καί ἴσχυε, καί νίκα τούς ἐχθρούς τοῦ Ἰησοῦ καί τῶν Ἁγίων αὐτοῦ μαθητῶν». Καί εὐθύς καί ή ἔρις ἐκείνη καί ό πόλεμος παύσεται, τρεῖς Ἂγγελοι δέ τόν Βασιλέα ἀροῦσι, καί εἰς τόν μέγαν ναόν τῆς Ἁγίας Σοφίας ἀπαγαγόντες, στέφουσιν Αὐτόν Βασιλέα.
Πάντες δέ ἀπολειφθησόμενοι τοῦ πολέμου ἄνθρωποι, οἵτινες καί δίκαιοι ἔσονται, ότι ή μάχη πρός ἀλλήλους οὐ παύσεται, ἕως οὗ πάντες οἱ ἁμαρτωλοί φθαρῶσιν. Ἐκεῖ ἐν τῆ Νέα Σιών, Ἁγίᾳ Σοφίᾳ, πορευθήσονται όπως καί αὐτόν τόν ἀγαθόν Βασιλέα προσκυνήσωσι, πανταχόθεν δέ τοῦ κόσμου, πάντες οἱ ἄνθρωποι συναχθήσονται εἰς προσκύνησιν Αὐτοῦ, οὕς δέ ἰδών ό Βασιλεύς μακρόθεν ἐρχομένους, προσαναστήσεται αὐτούς καί περιχαρῶς καί άσπασίως δέδεξαι αὐτούς, ἐρωτήσωσι δέ Αὐτόν πόθεν ἐστί; καί ἐρεῖ τότε ό Βασιλεύς, πάντας τούς εἰσερχομένους ἐκεῖ, χρήματα πολλά εὐεργετήσαι. Ἐκεῖνοι δ᾽ ἐρωτήσουσιν Αὐτόν τό τί εἰσί ταῦτα τά χρήματα, ό δέ ἐρεῖ αὐτοῖς, ότι ταῦτα καί πλείονα τούτων εἰσί δι᾽ ὑμᾶς καί ὃστις ἐλθεῖν ἐν τῆ Πόλει, ἐγώ ἔσωμαι ὡς είς τῶν ἀδελφῶν ὑμῶν καί πάντες ήμεῖς, ἀδελφοί ἐσμέν, καί πατήρ πάντων ἡμῶν ό Χριστός ἐστίν· ὡς ἐπί χρόνοις δ᾽ ἑπτά οἱ ἄνθρωποι συναχθήσονται ἐν τῆ Πόλει, καί πᾶσαι αἱ νῆσοι[†] ἐρημωθήσονται, ώστε μή εἶναι αὐτοῖς ἀνθρώποις. Ἐν δέ τοῖς ἑπτά χρόνοις τούτοις, πᾶσα ἡ Πόλις πληρωθήσεται ἀνθρώπων Χριστιανῶν, άμα γυναιξί καί τέκνοις αὐτῶν. Τότε ό Βασιλεύς ἐρεῖ αὐτοῖς. Πατέρες καί ἀδελφοί ἡμέτεροι, καλόν ἔστι κατά τῶν ἐναντίον ἐλθεῖν ἡμᾶς, ἵνα καί τόν Σταυρόν ὑψώσωμεν, καί τῶν ἡμετέρων τό αἷμα ἐκδικήσωμεν.
Τότε δέ πάντες μιᾶ φωνῆ ἐροῦσιν αὐτῷ, τό Σόν θέλη­μα, γενέσθω Δέσποτα, καί ότι φωνή Θεοῦ ἐλαλήθη ἐν τῷ στόματί Σου, τό Σόν πρόσταγμα γενέσθαι. Τότε ό Βασι­λεύς ἀναστάς καί πᾶς ό λαός μετ᾽ Αὐτοῦ κατά τῶν Ἰσμαηλιτῶν πορευθήσονται, τότε πληρωθήσεται ό λόγος ό γεγραμμένος «ὃτι εἷς διώξεται χιλίους, καί δύο μετακινήσουσι μυριάδας».Ἓως δέ τῶν Ὡραίων Πυλῶν, ἅς ό Βασιλεύς Ἀλέξανδρος ό Μακεδών ἀπέκλεισε, καταδιώξεται αὐτούς. Ὃθεν ό Βασιλεύς ἐρεῖ τότε, ὃτι οἱ Ἰσμαηλῖται ἀνόρθωσιν οὐκ ἔχουσιν ἀπό τοῦ νῦν καί οὐ μόνον Τοῦρκοι, ἀλλά καί Σαρακηνοί καί Σκύθαι καί πᾶν ἄλλο Ἔθνος, οἵ οὐ πιστεύσουσι τῷ Χριστῷ.
Τότε ό Βασιλεύς όπισθεν στραφήσεται ἐλθεῖν ἐν τῆ Πόλει, εἰσερχομένου δέ, οἱ θησαυροί τῆς γῆς ἀνοιχθήσονται καί ὃπου ἐστί χρυσός ή ἄργυρος, ἐκεῖ ἡ γῆ καπνόν ἐκβαλεῖν, ό ἀγαθός δέ καί ἐλεήμων ἡμῶν Βασιλεύς ἐρεῖ· εἰσέλθετε καί ἴδετε τίς ἐστιν ὁ καπνός οὗτος. Καί κατά τό πρόσταγμα τοῦ ἀγαθοῦ Βασιλέως πορεύσονται καί εὑρήσουσι θησαυρούς χρυσίου καί ἀργύρου. Χαρισεται δ᾽ αὐτοῖς πᾶν τό χρυσίον πᾶσι τοῖς εὐσεβέσι, μετἀ δέ ταῦτα καί ἕτερα κρείττοντα τούτων εὑρήσουσι, καί ποιή­σει καί αὐτἀ ὡσαύτως [**]. Τοσοῦτον δ᾽ ἔσται τό πλῆθος τοῦ θησαυροῦ, ώστε ρίπτειν καί ἐν τῆ γῆ μέρος ἐκείνου, ἀχρηστίας ἕνεκα. Χαρά καί ἀγαλλίασις ἔσται εν ὃλῳ τῷ κόσμῳ καί οὐδείς ἔσται ὁ ἀδικῶν ἢ ἀδικούμενος· οἱ ἁμαρτωλοί ἐξολοθρευθήσονται ἀπό τῆς γῆς· δώσει δέ ἡ γῆ τούς καρπούς αὐτῆς, γενήματα πολλά ἑκατονταπλασίονα, καί κατά τήν κοινήν παροιμίαν, ἐξ αὐτῆς μέλι καί γάλα ρεύσει. Ἐν χρόνοις δέ τρισίν ἔσται ὁ Βασιλεύς ἐπί τήν δίωξιν τῶν Ἐθνῶν, ἔπειτα δέ ἐπί τήν Βασιλίδα τῶν Πόλεων εἰσελεύσεται ἐκεῖ δι᾽ ἀναπαύσεται ἐν χαρᾷ καί ἀγαλλιάσει χρόνους εἴκοσι, μετά δέ ταῦτα καί ὁ υἱός αὐτοῦ βασιλεύσει χρόνους τριάκοντα ἐν χαρᾷ καί άγαλλιάσει μεγάλη.

[*]  1 στάδιον = 100 ὀργές ἤ 185 μέτρα. 18 στάδια = 3 χλμ ἤ 2,2 μίλια.
[†]  νήσοι = Πολιτείες παράκτιες.
[**] Το ανωτέρω κείμενο το αντιγράψαμε από το βιβλίο ‘Οι προφήτες μας αποκαλύπτουν’.
Αξίζει να σημειωθεί ότι μια ‘έκδοση’ που έχουμε βρει στο διαδίκτυο, ολοκληρώνεται στο σημείο που έχουμε βάλει την σημείωση [**], χωρίς να περιλαμβάνει τις επόμενες προτάσεις (από ”Τοσοῦτον δ᾽ ἔσται τό πλῆθος τοῦ θησαυροῦ…” έως ”..χρόνους τριάκοντα ἐν χαρᾷ καί άγαλλιάσει μεγάλη.” Παράλληλα η έκδοση αυτή περιλαμβάνει την κάτωθι εισαγωγή, η οποία όμως δεν υπάρχει στο βιβλίο του Αβραάμ Μοναχού Αγιορείτου:
Γίνωσκε δεσπότα μου ἅγιε, ὅτι ἀπὸ τοῦ νῦν, ἕως ἂν παρέλθουσι χρόνοι πέντε καὶ δέκα, ἐν μηνὶ Μαρτίω, ἡμέρα Τετάρτη, περὶ ὥραν ἐνάτην τῆς ἡμέρας, σημεῖον γενήσεται ἐν τῷ οὐρανῷ· καὶ εἰ μὲν γενήσεται οὕτως, τοῦ κόσμου· καὶ εἰ γενήσεται τὸ σημεῖον, προσθήση ἂν ὁ Θεὸς καὶ ἑτέρους χίλιους χρόνους· ἐγὼ δὲ λέγω καὶ βεβαιῶ σοὶ τοῦτο, ὅτι ἀνάγκη ἵνα γένηται τὸ σημεῖον, ξίφος· λέγω σοὶ δὲ καὶ τοῦτο, ὅτι γενήσαται οἰκουμενικὴ σύνοδος, καὶ ὑμεῖς πλανη-θήσεσθε, καὶ γενήσεται αὐτὴ αἰτία, ἵνα τὸ Ἰσμαὴλ γένος ἐνοχληθῆ· καὶ λοιμὸς μέγας γενήσεται ἐπὶ χρό-νοις τρισὶν· εἰ δὲ λοιμὸς οὐ γενήσεται, ὁ Ἰσμαὴλ ἀκούει, ὅτι οἱ χριστιανοὶ βούλονται κατὰ τούτου ἐλθεῖν.
kotsarikos
Σημ: Αν κάποιος διαθέτει κάποια νεοελληνική απόδοση της ανωτέρω προφητείας, ή έχει την διάθεση να την μεταφέρει στην νεοελληνική ας επικοινωνήσει μαζί μας.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.