Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου.
Συναξάριον.
Μὴν Ἰούλιος, ἔχων ἡμέρας λα´.
Ἡ ἡμέρα ἔχει ὥρας ιδ´ καὶ ἡ νὺξ ὥρας ι´.
Τῇ Αʹ (1ῃ) τοῦ μηνὸς Ἰουλίου, μνήμη τῶν Ἁγίων καὶ θαυματουργῶν Ἀναργύρων Κοσμᾶ καὶ Δαμιανοῦ, τῶν αὐταδέλφων τῶν ἐν Ῥώμῃ τελειωθέντων (284).
Οἱ ἅγιοι δισχίλιοι Μάρτυρες, ξίφει τελειοῦνται.