Πλήθη λαού προσέρχονται από χθες στους Δ Χαιρετισμούς και στον Εσπερινό του Ευαγγελισμού της Θεοτόκου έως και σήμερα στην Πανηγυρική Θεία Λειτουργία στον Άγιο Δημήτριο Βύρωνα και στη θαυματουργή εικόνα της Παναγίας Παρηγορήτριας.
Ευαγγελισμός της Θεοτόκου- Συγκλονιστικές στιγμές στην Παναγία Παρηγορήτρια: «Είδα το μύρο να τρέχει στο πάτωμα», είπαν με δέος γυναίκες που προσκύνησαν την εικόνα.
ΔΕΙΤΕ ΦΩΤΟ ΚΑΙ ΒΙΝΤΕΟ ΤΟΥ ΕΚΚΛΗΣΙΑ ONLINE.
Παράκληση στην Παναγία Παρηγορίτισσα: Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τά παρόντα Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ σταυρῷ.
Ἐν τῷ ἐν Ἄρτῃ τῇς Θεοτόκου τεμένει, οἱ ἐν κινδύνοις, ἀλγηδόσι καί πόνοις
ὑπάρχοντες, προσφεύγομεν ἐν πίστει πολλῇ Δέσποινα βοήθησον ἐκβοῶντες ἐν
τάχει, τόν ζυγόν τῆς θλίψεως ἀφ’ ἡμῶν ἀραμένη· Σέ γάρ μητέρα
ὁμολογοῦμεν, Ἀγαθή, καί τῇ Σῇ σκέπῃ, Παρηγορήτισσα, σπεύδομεν.
Δόξα. Τό αὐτό. Καί νῦν. Ὅμοιον.
Τῇ Θεοτόκῳ ὡς μητρί ἐκβοῶμεν, οἱ τυραννούμενοι ἐχθροῦ δυναστείᾳ, τῇ
θεϊκῇ Σου σκέπασον ἀγάπῃ ἡμᾶς· σπεῦσον, Κόρη, ῥύσασθαι τῶν τοῦ Βελίαρ
παγίδων, θεία Παρηγορήτισσα, καί τῆς δαιμόνων μανίας· Σοί γάρ ὑπάρχει
τέμενος σεπτόν, ἐν πόλει Ἄρτης ἡμῶν καταφύγιον.
Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
ΠΑΡΗΓΟΡΙΑΣ ΠΗΓΗ ΗΜΑΣ ΠΑΡΗΓΟΡΙΣΟΝ. ΑΝΤΩΝ(ίου).
ᾨδή α΄. Ἦχος πλ. δ΄. Ὑγράν διοδεύσας.
Παρηγορητίσσης τῷ θαυμαστῷ τεμένει ἐν Ἄρτῃ καταφεύγομεν οἱ πιστοί καί ἐν
αὐτῷ Σοί τάς ἱκεσίας, ὡς εἰς μητέρα ἀναπέμπομεν, Δέσποινα.
Ἀξίωσον, Μῆτερ, τήν φοβεράν ἰδεῖν τοῦ Υἱοῦ Σου ἡμέραν κρίσεως Σαῖς λιταῖς καί Τοῦτον ὄμματι συμπαθείας, Σαῖς ἱκεσίαις κατάστησον βλέποντα.
Ῥῦσαι, Σώτηρα κόσμου, ἐμήν ψυχήν δεινοῦ ἀπό ἄλγους, ἀπό πόνου καί τῆς φθορᾶς· ἐκρίζωσον δέ τήν ἁμαρτίαν, τήν ταῦτα πάντα ἐμοί προξενήσασαν.
Ἡμῖν μετανοίας καί ἐπιστροφῆς ὁδόν, Θεοτόκε Παρηγορήτισσα, Σαῖς λιταῖς εὔθυνον καί πρός τόν Υἱόν Σου, Σύ ἡμᾶς ὁδήγησον, ὡς Ὁδηγήτρια.
ᾨδή γ΄. Οὐρανίας ἁψίδος.
Γοργῶς σπεῦσον, Παρθένε, τοῖς Σοί προσφεύγουσι, Δέσποινα, καί ἐν τῷ
σεπτῷ Σου σεμνείῳ τῷ κατά Ἄρταν προστρέχουσι καί τούτων πλήρωσον τά
αἰτήματα, Κόρη, ὡς Παρηγορήτισσα ἡμῶν καί πρόμαχος.
Ὀφθαλμούς Σου τούς θείους ἐφ’ ἡμᾶς νῦν ἑστίασον, τοῖς πάνυ καταθλιβομένοις θλίψεσι τοῦ βίου καί πράγμασι· Σέ γάρ κεκτήμεθα ψυχῆς παρηγορίαν καί ζωῆς διόρθωσιν, Παρηγορήτισσα.
Ῥῦσαι πάντας, Παρθένε, τούς τῇ πρεσβείᾳ Σου σπεύδοντας καί τούς ἀπό Σοῦ αἰτουμένους τυχεῖν ἀνέσεως· ἄρον τό βάρος ἡμῶν ἀπό ψυχῆς, Θεοτόκε, ἵνα ἀνυμνοῦμεν Σε, Παρηγορήτισσα.
Ἴδε, Κόρη Ἁγία, τούς τῷ Ναῷ Σου προστρέχοντας καί δεινοῦ ἄλγους καί λύπης αὐτούς ἀπάλλαξον, τούς τήν Σήν χάριν ἀεί γονυκλινῶς αἰτουμένους, πρόφθασον, ἀπάλλαξον αὐτούς πρεσβείαις Σου.
Ἀνυμνοῦμέν Σε, Κόρη, καί Σοί βοῶμεν διάσωσον, πάντας τούς προσφεύγοντας πίστει σεπτῷ τεμένει Σου, ὅ Σοί ἀνήγειρεν ὁ εὐσεβής Νικηφόρος, ὁ τῆς Σῆς θεράπαινας Θεοδώρας ἔκγονος.
Σπεῦσον, Μῆτερ, πρεσβείαις ταῖς Σαῖς ἡμᾶς περιφρούρησον ἀπό τῶν Βελίαρ παγίδων, ἅς ἐφηπλώνει ἀεί πρό τῶν ποδῶν ἡμῶν, ζητῶν ἡμᾶς παγιδεῦσαι· πλήν Σύ, Κόρη, πρόφθασον, Παρηγορήτισσα.
Διάσωσον, Παρηγορήτισσα Κόρη, τούς Σούς ἱκέτας, τεμένει Σου γάρ τῷ ἱερῷ, ἐπισκιάζει ἀφθόνως ἡ Σοί χάρις.
Ἐπίβλεψον ἐν εὐμενείᾳ, Πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.
Ἀῖτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Τά ἄνω ζητῶν.
Παρθένου τῷ σεπτῷ τεμένει νῦν προσφεύγομεν, οἱ ἐν πόνοις ψυχῆς καί
θλίψεσι ὑπάρχοντες· καί ἐν αὐτῷ αἰτούμεθα τῆς Θεοτόκου τό ἄμετρον ἔλεος
καί τήν ταχεῖαν Ταύτης συνδρομήν καί τήν βεβαίαν Αὐτῆς ἀντίληψιν.
ᾨδή δ΄. Εἰσακήκοα Κύριε.
Σώματος προστάτιδα, καί ψυχῆς ἀλγούσης τήν ἀντιλήπτορα καί τήν κόσμου χαρᾶς πρόξενον, Παναγία Σέ κηρύττομεν.
Πίπτω ἐν βορβόρῳ νῦν, τόν τῆς ἁμαρτίας, ὡς κύων ἄλογος καί ἐκεῖσε κυλιώμενος, τοῦ ἐλέους Σου τυγχάνω ἀνεπίδεκτος.
Ἡμῶν τόν ὕμνον καί δέησιν τήν πρός Σέ, Παρθένε, μή ὑπερίδης νῦν, ἀλλά σπεῦσον ὡς φιλόστοργος Ἄνασσα, καί ἐλέησον τούς κάμνοντας.
Γαληνός Σύ ὑπάρχουσα λιμήν, διαπλεόντων τήν θάλασσαν τήν τοῦ βίου, Ἀειπάρθενε, ἐν αὐτῷ ἡμᾶς πρεσβείαις Σου προσόρμισον.
ᾨδή ε΄. Φώτισον ἡμᾶς.
Ἡμᾶς τοῖς ἐν δεσμοῖς ἐλευθέρωσον, Φιλάνθρωπε, ταῖς πρεσβείαις τῆς Ἀχράντου Σου Μητρός, ὅτι Ταύτην Σοί προβάλλομεν μεσίτριαν.
Ἡμῖν τόν θερμουργόν ζῆλον ὑπέρ τῆς Σῆς Πίστεως, ἐπόμβρισον ἐλέει Σου Χριστέ, ἐπικαμπτόμενος Μητρός Σου ταῖς δεήσεσι.
Μέγα καί βαρύ τῆς ψυχῆς ἄλγος, Φιλάνθρωπε, τῆς Μητρός Σου ἐπικαπτόμενος Σωτήρ τῇ πρεσβείᾳ, ἀφ’ἡμῶν ἄρον καί ἐλέησον.
Αὔγασον ἡμᾶς τῷ φωτί Σου, Σῶτερ Κύριε, μεσιτείᾳ τῆς Πανάγνου καί λιταῖς, τῷ ἐν Ἄρτῃ γάρ Αὐτῆς σεμνείῳ νῦν προσφεύγομεν.
ᾨδή στ΄. Τήν δέησιν ἐκχεῶ.
Σωμάτων τε καί ψυχῶν σωτηρίαν, τά Σά θαυμάσια κηρύττουσι, Κόρη, τῶν
τριχομένων κακίαις παντοίαις καί ὀχλουμένων Βελίαρ προσκρούσεσι· καί
πάντων τῶν ἐν συμφοραῖς, μόνη βοήθεια πέλεις, Θεόνυμφε.
Παντοίων με πόνων ψυχῆς ἀπάλλαξον καί κακώσεων, τραυμάτων τε, Παρθένε· τῷ Σῷ ἐν Ἄρτῃ γάρ τεμένει προσφεύγων, τήν παρά Σοῦ αἰτοῦμαι βοήθειαν· καί Σέ θαυμάτων τήν πηγήν ὁμολογῶ καί κηρύττω, Πανύμνητε.
Ἀνάπαυσον τήν ψυχήν μου, Πάναγνε, εἰς λιμένα ἀσφαλῆ σωτηρίας, ταῖς Σαῖς θερμαῖς πρός Θεόν ἱκεσίαις καί τῇ πρεσβείᾳ Σου τήρει με ἄτρωτον καί ἐπί πέτραν ἀσφαλῆ, τῆς πρός Υἱόν Σου πίστεως, Ἄχραντε.
Ῥῦσαι με ἀπό παθῶν τῶν τοῦ βίου τῶν ἀκαθάρτων, ἅ μολύνουσι, Μῆτερ, τήν ἐν ἐμοί τοῦ Κυρίου εἰκόνα· παρηγορίας πηγή παρηγόρησον, τόν δάκρυσι καί στεναγμοῖς κατατρυχόμενον, Παρηγορήτισσα.
Διάσωσον, Παρηγορήτισσα Κόρη, τούς Σούς ἱκέτας, τεμένει Σου γάρ τῷ ἱερῷ, ἐπισκιάζει ἀφθόνως ἡ Σοί χάρις.
Ἐπίβλεψον ἐν εὐμενείᾳ, Πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.
Ἀῖτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Τῷ Ναῷ Σου τῷ πανσέπτῳ νῦν προσφεύγοντες τῷ ἐν Ἄρτῃ, τάς ἰάσεις ἀρυόμεθα
τῶν ψυχῶν καί τῶν σωμάτων, Ἀειπάρθενε· Σοῦ γάρ ὑπάρχει ἡ πηγή τῶν
ὑπερθέων δωρεῶν, ἀκένωτος τοῖς προσφεύγουσι· δός οὖν, Θεοτόκε, τοῖς
πιστοῖς Σου ἱκέταις τήν Σήν ἀντίληψιν, Ἁγνή Κόρη Παρηγορήτισσα.
Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός Σου, ἐν πάσῃ γενεᾷ καί γενεᾷ.
Στ. Ἄκουσον, Θύγατερ, καί ἴδε καί κλῖνον τό οὗς Σου καί ἐπιλάθου τοῦ
λαοῦ Σου καί τοῦ οἴκου τοῦ πατρός Σου καί ἐπιθυμήσει ὁ Βασιλεύς τοῦ
κάλλους Σου.
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. α΄ 39-49, 56).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη εἰς τήν Ὀρεινήν μετά
σπουδῆς, εἰς πόλιν Ἰοῦδα. Καί εἰσῆλθεν εἰς τόν οἶκον Ζαχαρίου καί
ἠσπάσατο τήν Ἐλισάβετ. Καί ἐγένετο, ὡς ἤκουσεν Ἐλισάβετ τόν ἀσπασμόν τῆς
Μαρίας, ἐσκίρτησε τό βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καί ἐπλήσθη Πνεύματος
Ἁγίου ἡ Ἐλισάβετ καί ἀνεφώνησε φωνῇ μεγάλῃ καί εἶπεν. Εὐλογημένη σύ ἐν
γυναιξί καί εὐλογημένος ὁ καρπός τῆς κοιλίας σου. Καί πόθεν μοι τοῦτο,
ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδού γάρ, ὡς ἐγένετο ἡ φωνή τοῦ
ἀσπασμοῦ σου εἰς τά ὦτά μου, ἐσκίρτησε τό βρέφος ἐν ἀγαλλιάσει ἐν τῆ
κοιλίᾳ μου. Καί μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς
λελαλημένοις αὐτῇ παρά Κυρίου. Καί εἶπε Μαριάμ. Μεγαλύνει ἡ ψυχή μου τόν
Κύριον καί ἠγαλλίασε τό πνεῦμα μου ἐπί τῷ Θεῷ τῷ σωτῆρί μου, ὅτι
ἐπέβλεψεν ἐπί τήν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδού γάρ ἀπό τοῦ νῦν
μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός καί
ἅγιον τό ὄνομα Αὐτοῦ. Ἔμεινε δέ Μαριάμ σύν αὐτῇ ὡσεί μῆνας τρεῖς καί
ὑπέστρεψεν εἰς τόν οἶκον αὐτῆς.
Δόξα.
Ταῖς τῆς Παρηγορητίσσης πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Προσόμοιον.
Στ. Ἐλέησόν με, ὁ Θεός…
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὄλβον ὡς ὑπέρλαμπρον ναόν Σου θεῖον, Παρθένε, ἐν Ἄρτῃ καθορῶμεν νῦν,
θείᾳ εὐδοκίᾳ Σου, Κόρη Πάντιμε· τοῦτον γάρ Σοί ὕψωσεν Θεοδώρα πρῶτον,
Νικηφόρος ταύτης ἔκγονος ἐκ δευτέρου ἔκτισεν, εἰς δόξαν Σήν καί μνήμην
μητρός αὐτοῦ· ὅθεν πάντας σκέπε ἡμᾶς τούς καταφεύγοντας αὐτῷ καί
αἰτουμένους, Πανύμνητε, τήν παρηγορίαν Σου.
ᾨδή ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἡμῶν τῶν Σέ ὑμνούντων, μνήσθητι, Θεοτόκε Παρηγορήτισσα, ὑπέρμαχον γάρ
πάντων ἡμῶν τῶν προσφευγόντων Σέ ἐπιγραφόμεθα ψάλλοντες· ὁ τῶν Πατέρων
ἡμῶν Θεός, εὐλογητός εἶ.
Γαλήνην δώρησαί μοι, Πηγή παρηγορίας, τῆς Ἄρτης πρόμαχος· Σοί γάρ προσπίπτω, Κόρη, τῇ Σῇ ἐπιστασίᾳ καί γηθοσύνως κραυγάζω Σοι· ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητός εἶ.
Ὀδύνη ἁμαρτίας, Παρθένε, τοῦ δοῦλον Σου παρηγόρησον, κατάσβεσον τήν φλόγαν, εὐχαῖς πρός τόν Υἱόν Σου, Παρηγορήτισσα, ὅπως κραυζάγω Σοι· ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητός εἶ.
Ῥῦσαι ἡμᾶς, Θεοτόκε, πρεσβείαις ταῖς Μαξίμου καί Θεοδώρας, σεπτοῦ Παρθενίου τε Θεοχάρους, Ἀποστόλου κλεινοῦ τε Ζαχαρίου, ἀπό γεέννης φρικτῆς, ἵνα ψάλωμεν· ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητός εἶ.
ᾨδή η΄. Τόν Βασιλέα τῶν οὐρανῶν.
Ἡμεῖς, Κυρία, τῷ Σῷ ἐν Ἄρτῃ τεμένει, τῷ κλεινῷ, προσφεύγομεν πίστει, ἐκεῖ δέ γόνυ ψυχῆς κλίνομεν πάντες.
Σῶσον, Παρθένε, τούς τῷ ἐν Ἄρτῃ σεμνείῳ προσφεύγοντας καί Σοί ἀναβοῶντας· σπεῦσον, Κυρία, βοήθησον ἐν τάχει.
Ὅρμησον πάντας, Παρηγορήτισσα Ἄρτης, παρηγορίᾳ τῇ Σῇ, ἐν τῷ ὅρμῳ θείας γαλήνης, πρεσβείαις πρός Υἱόν Σου.
Ναός Σου θεῖος, Κυρία, ὁ ἐν Ἄρτῃ, Παρηγορήτισσα, πᾶσι ἐντυγχάνει, παρηγορίας πηγή καί ἐλέους τοῦ Υἱοῦ Σου.
ᾨδή θ΄. Κυρίως Θεοτόκον.
Ἀνάπαυσον, Παρθένε, ἡμᾶς τούς τῷ Ναῷ Σου, Παρηγορήτισσα, πίστει προστρέχοντας, ἵνα ῥυσθῶμεν διά Σοῦ ἀπό παντός κινδύνου.
Νικῆσαι τοῦ Βελίαρ τάς μηχανάς, Παρθένε, Σῇ βοηθείᾳ ἐλπίζομεν πάντοτε, πρός Σόν Υἱόν ταῖς Σαῖς λιταῖς, ἵνα σωθείημεν.
Τό ἄλγος τῆς ψυχῆς μου ἴασαι, Θεοτόκε, ὅτι συνθλίβει ἐντόνως τόν δοῦλον Σου καί δώρησαί μοι τήν χαράν, ὦ Παρηγορήτισσα.
Ὡραῖος κάλει πάντων ἀνθρώπων, Θεοτόκε, ὁ Σός Υἱός ἐντυγχάνει καί Κύριος, πρός Ὅν ὁδήγησον ἡμᾶς, ὡς Ὁδηγήτρια.
Νεῦσον καί τόν ψυχῆς μου σάλον καί τήν ὀδύνην, ταῖς Σαῖς πρεσβείαις κατάστειλον δέομαι· Σοί γάρ προσφεύγω, Παρηγορήτισσα.
Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια
Χαίροις τῶν Ἀγγέλων ἡ χαρμονή, ἀνθρώπων βεβαία σωτηρία και ἀσφαλής·
χαίροις Παραδείσου ἡ πυλωρός καί Ἅδου κατάργησις τελεία, Παρηγορήτισσα.
Ὕψωσεν ἡ πάνσεπτος Βασιλίς Θεοδώρα Ἄρτης, Σοί τῇ Ἀνάσσῃ τῶν Οὐρανῶν τέμενος ἐν Ἄρτῃ, Κυρία Θεοτόκε, ὅ προσφυῶς ἐκλήθη Παρηγορήτισσα.
Ἐφάνης κατ’ ὄναρ, ὦ Μαριάμ, τῇ μητρί τοῦ κάλφα παρηγορῆσαι αὐτήν ἐπί θανάτῳ υἱοῦ της ἀδίκου καί δολίου, διό καί ἐπεκλήθης Παρηγορήτισσα.
Σκέπε τούς προστρέχοντας τῷ σεπτῷ ναῷ Σου, Παρθένε, ἐκπληροῦσα αὐτῶν εὐχάς· Σοί γάρ ὡς μητέρα προσφεύγουσι ἐκ πόθου καί Σέ ὁμολογοῦσι Παρηγορήτισσα.
Τῆς παῥηγορίας θείαν πηγήν, τῆς παραμυθίας μή κενούμενον ποταμόν καί τῆς οὐρανίου ἡμῖν ἐπευλογίας, Παρθένε ὁμολογοῦμεν Παρηγορήτισσα.
Κατάπαυσον τόν τάραχον τῆς ψυχῆς τῶν δούλων Σου, Κόρη, Παρηγορήτισσα Μαριάμ, καί δώρησαι εἰρήνην καί θείαν εὐλογίαν, πᾶσι τοῖς μεγαλύνουσι Σοῦ τό ὄνομα.
Βάρος, Παρθένε, ἐν τῇ ψυχῇ καί ἄλγος καί πόνος ἐπιπολάζει νῦν ἐπ’ ἐμέ· Σύ ἄρον ἀπ’ ἐμοῦ ζυγόν τῆς ἁμαρτίας, Παρηγορήτισσα, Ἄρτης ἀγλάϊσμα.
Μαξίμου πρεσβείαις ταῖς τοῦ Γραικοῦ ἐλέησον, Κόρη, τούς προσκύπτοντας πρό τῆς Σῆς ἁγίας Εἰκόνος, ἧ προσφυῶς καλεῖται Σώτηρα τοῦ λαοῦ Σου, Παρηγορήτισσα.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἀναγνώστης. Ἀμήν. Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἠμᾶς (Τρίς).
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι, καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριά ἐλέησον ἠμᾶς, Κύρις ἰλάσθητι τάς ἁμαρτίας ἠμῶν, Δέσποτα συγχώρησον τάς ἀνομίας ἠμίν, Ἅγιε ἐπισκεψαι καί ἴασαι τά ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου. Κύριε, ἐλέησον.
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι, καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῶ καί ἐπί τῆς γής, τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν, ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σου ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ
Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν
αἰώνων.
Χορός. Ἀμήν.
καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες,
ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον
ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα,
μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί
λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός
Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες
εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ
σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἀπολυτίκιον
Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῷ σεπτῷ Σου τεμένει τῷ ἐν Ἄρτῃ προσφεύγομεν, κλίνοντες τό γόνυ, Κυρία, τῆς ψυχῆς καί τοῦ σώματος· δεόμενοι ἀντιλήψεως, Ἁγνή, πρεσβείαις πρός Υἱόν Σου καί λιταῖς· ἵνα τύχωμεν, Παρθένε, τῆς παρ’ Αὐτοῦ πλημμελημάτων ἀφέσεως. Δόξα τοῖς μεγαλείοις Σου, Σεμνή, δόξα τοῖς θαυμασίοις Σου, δόξα Σοι ὑπερβαλόντως, Κόρη Παρηγορήτισσα.
Κοντάκιον
Ἦχος γ΄. Τήν ὡραιότητα.
Ἐν τῷ τεμένει Σου τῷ θείῳ, Πάνσεμνε, ὅ Σοί ἀνήγειρεν σεπτή Βασίλισσα, ἡ Θεοδώρα ἡ κλεινή ἐν Ἄρτῃ, Παρθενομήτωρ, πάντες οἱ προστρέχοντες παρηγορίας δεόμενοι, ταύτην καί λαμβάνουσιν ὑπό Σοῦ, Παντευλόγητε· διό καί εὐγνωμόνως βοῶσι, χαῖρε Παρηγορήτισσα Κόρη.
Κοντάκιον ἕτερον
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Τῷ Ναῷ Σου τῷ πανσέπτῳ νῦν προσφεύγοντες τῷ ἐν Ἄρτῃ, τάς ἰάσεις ἀρυόμεθα
τῶν ψυχῶν καί τῶν σωμάτων, Ἀειπάρθενε· Σοῦ γάρ ὑπάρχει ἡ πηγή τῶν
ὑπερθέων δωρεῶν, ἀκένωτος τοῖς προσφεύγουσι· δός οὖν, Θεοτόκε, τοῖς
πιστοῖς Σου ἱκέταις τήν Σήν ἀντίληψιν, Ἁγνή Κόρη Παρηγορήτισσα.
Εἶτα ’Εκτενής καί Άπόλυσις, μεθ’ ή’ν ψάλλομεν τό έξης:
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας τούς προσφεύγοντας πιστῶς, τῷ Σῷ πανυπερτίμῳ τεμένει,
Παρηγορήτισσα, ῥύου πάσης θλίψεως καί περιστάσεως· τῶν παθῶν δέ διάλυσον
τόν σάλον, Παρθένε, ἅπασι παρέχουσα χάριν σωτήριον· Σύ γάρ τῶν Ἀρταίων
ὑπάρχεις καί πιστῶν ἁπάντων προστάτις, οἵα Μήτηρ θεία τοῦ Παντάνακτος.
Δέσποινα πρόσδεξαι τάς δεήσεις τῶν δούλων Σου καί λύτρωσαι ἡμᾶς ἀπό πάσης ἀνάγκης καί θλίψεως.
Τήν πᾶσαν ἐλπίδα μου εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην Σου.
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.
Κύριε Ἰησοῦ Χριστέ ὅ Θεός ἡμῶν ἐλέησον ἡμᾶς.
Ἀμήν.
Στίχοι·
Παρηγορίας πηγή, ἐλέει Σου παρηγόρισον,
παρηγορίᾳ θείᾳ τόν Σόν δοῦλον τόν γράψαντα
ὕμνον τόνδε, Ἀντώνιον τάλαινα, παρηγορίας χρήζοντα·
παρηγορίας πηγή γάρ ὑπάρχεις Παρηγορήτισσα.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου