Παρασκευή, 2 Αυγούστου 2013

H ΜΕΤΑΜΟΡΦΩΣΗ ΤΟΥ ΧΡΙΣΤΟΥ.

Το όρος Θαβώρ.
῾Η Μεταμόρφωσις
ΙΖ´\ΚΑΙ μεθ᾿ ἡμέρας ἓξ παραλαμβάνει ὁ ᾿Ιησοῦς τὸν Πέτρον καὶ ᾿Ιάκωβον καὶ ᾿Ιωάννην τὸν ἀδελφὸν αὐτοῦ καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ᾿ ἰδίαν· 2 καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ ἐγένετο λευκὰ ὡς τὸ φῶς. 3 καὶ ἰδοὺ ὤφθησαν αὐτοῖς Μωσῆς καὶ ᾿Ηλίας μετ᾿ αὐτοῦ συλλαλοῦντες. 4 ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπε τῷ ᾿Ιησοῦ· Κύριε, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· εἰ θέλεις, ποιήσωμεν ὧδε τρεῖς σκηνάς, σοὶ μίαν καὶ Μωσεῖ μίαν καὶ μίαν ᾿Ηλίᾳ. 5 ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς, καὶ ἰδοὺ φωνὴ ἐκ τῆς νεφέλης λέγουσα· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα· αὐτοῦ ἀκούετε· 6 καὶ ἀκούσαντες οἱ μαθηταὶ ἔπεσον ἐπὶ πρόσωπον αὐτῶν καὶ ἐφοβήθησαν σφόδρα. 7 καὶ προσελθὼν ὁ ᾿Ιησοῦς ἥψατο αὐτῶν καὶ εἶπεν· ἐγέρθητε καὶ μὴ φοβεῖσθε. 8 ἐπάραντες δὲ τοὺς ὀφθαλμοὺς αὐτῶν οὐδένα εἶδον εἰ μὴ τὸν ᾿Ιησοῦν μόνον. 9 καὶ καταβαινόντων αὐτῶν ἀπὸ τοῦ ὄρους ἐνετείλατο αὐτοῖς ὁ ᾿Ιησοῦς λέγων· μηδενὶ εἴπητε τὸ ὅραμα ἕως οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ. 10 Καὶ ἐπηρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες· τί οὖν οἱ γραμματεῖς λέγουσιν ὅτι ᾿Ηλίαν δεῖ ἐλθεῖν πρῶτον; 11 ὁ δὲ ᾿Ιησοῦς ἀποκριθεὶς εἶπεν αὐτοῖς· ᾿Ηλίας μὲν ἔρχεται πρῶτον καὶ ἀποκαταστήσει πάντα· 12 λέγω δὲ ὑμῖν ὅτι ᾿Ηλίας ἤδη ἦλθε, καὶ οὐκ ἐπέγνωσαν αὐτόν, ἀλλ᾿ ἐποίησαν ἐν αὐτῷ ὅσα ἠθέλησαν· οὕτω καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου μέλλει πάσχειν ὑπ᾿ αὐτῶν. 13 τότε συνῆκαν οἱ μαθηταὶ ὅτι περὶ ᾿Ιωάννου τοῦ βαπτιστοῦ εἶπεν αὐτοῖς.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.